ὁρίσαι, εἰς ἣν συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσι. ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοάν, ἔνθα ἑκάστοτε συνελέγοντο. τῷ δ' ἄρα ὁ δαίμων διεδείκνυε τὰ †ἔθη ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδριάντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τεθνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. οἵ τε γὰρ φίλοι ἐκείνης τῆς ἡμέρας ἐκώλυον διά τινας φήμας οἰωνιζόμενοι πορεύεσθαι εἰς τὸ βουλευτήριον, ἰατροί τε διὰ νόσον σκοτώδη ἑκάστοτε συμβαίνουσαν αὐτῷ καὶ τότε προσπεσοῦσαν, ἥ τε γυνὴ πάντων μάλιστα, Καλπουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματωθεῖσα ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλος τότε νομιζόμενος· τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; καὶ σὺ ὁ τηλικόσδε γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων κληδόσι προσσχὼν ὑβριεῖς τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ 45 ἐξιών; ἀλλ' οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειροπολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα. καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν. Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο τάττοντες αὑτοὺς οἱ μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατόπισθεν. οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βουλευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. καὶ δῆλον ὡς οὐκ ἐκαλλιέρει. δυσθυτοῦντες δ' οἱ μάντεις ἕτερα ἐφ' ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν ἐσημαίνετο φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. ὁ δὲ ἀχθεσθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. παρόντες δὲ οἱ φονεῖς ἥσθησαν ἐπὶ τούτοις. ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀναβαλέσθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐκέλευσε καὶ δὴ τοῦτο δρᾶν. ταχὺ δ' οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. καὶ ὁ μὲν εἰς τοὺς φίλους διέβλεψεν, ὁ δὲ Βροῦτος αὐτῷ πάλιν παραστάς· ἴθι, ὦ ἀγαθέ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει μὴ ἀναβάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιούμενος. καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος, (ἐγγὺς δ' ἦν καὶ τὸ συνέδριον), ἦγεν αὐτόν. ὁ δὲ εἵπετο σιωπῇ. εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγκλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. οἱ δὲ μέλλοντες ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. πρῶτος δὲ πάντων ἐπ' αὐτὸν καθίει Τύλλιος Κίμβρος, ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνίστασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ' ἐπιστρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάντες γυμνώσαντες τὰ ἐγχειρίδια ἐπ' αὐτὸν ὥρμησαν. καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας κατὰ τὸν ἀριστερὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ' αὐτήν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη. Καῖσαρ δ' ἀνέστη ὡς ἀμυνόμενος ἐπ' αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλλάδι γλώττῃ ὑπὸ θορύβου. ὁ δ' ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ 46 τῆς πλευρᾶς. μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι, ∆έκμος δὲ Βροῦτος ὑπὸ ταῖς λαγόσι διαμπερὲς παίει, Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπενδοῦναι πληγὴν σπεύδων τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς Μάρκου Βρούτου χειρός, Μινούκιος δὲ καὶ αὐτὸς τύπτων Καίσαρα παίει Ῥούβριον εἰς τὸν μηρόν, ἐῴκεσάν τε μαχομένοις ἐπ' αὐτῷ. πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς ὃ εʹ καὶ λʹ λαβὼν