καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τε τυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀποστόλων καταβοήσαντα καὶ εἰπόντα, μὴ ἰσχῦσαι αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι, μᾶλλον δὲ αὐτὸν διαβάλλοντα τὸν τῶν δυνάμεων κύριον· ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευ μάτων ἀκαθάρτων τοὺς παρὰ Χριστοῦ ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ, οὐχὶ τῶν λαβόντων αὐτήν. διὰ ταῦτα τοίνυν τὸν ἄπιστον ἐκεῖνον πατέρα καὶ διὰ τοῦτο διεστραμμένον ἐχρῆν κενὸν ἀποπεμφθῆναι. ἀλλ' ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι τὸν Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, "ἐπετίμησε τῷ ἀκα θάρτῳ πνεύματι" καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ παῖς ἀπηλλάττετο "καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ"· πρὸ γὰρ τοῦ θεραπευθῆναι οὐκ ἦν τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. 5 Mt 17, 15 Εἰ διὰ φυσικὸν αὐτῆς νόμον ἡ σελήνη ἴσχυσεν ἐμποιῆσαί τινι πάθος, διὰ τί μὴ πᾶσιν ἐπιπέμπει τοῦτο τοῖς ἀνθρώποις ὥσπερ πᾶσιν ἐνίησι τὸ ἑαυτῆς φῶς; πάλιν ἐκεῖνο δῆλον, ὅτι εἰς φαῦσιν ἐγένετο ἡ σελήνη, οὐκ εἰς τὸ τεκεῖν δαίμονας. εἰ δὲ ἐκ τῆς ἐνεργείας τῆς φυσικῆς τῆς σε λήνης ἐγένετο τοῦτο, ἔδει τοῦ δαιμονίου συντριβέντος καὶ τὴν σελήνην βλαβῆναι, τὴν αἰτίαν τοῦ πάθους. ἀλλ' οὐκ ἔστιν τοῦτο, ἀλλ' οἱ δαίμονες πλανᾶν βουλόμενοι τοὺς ἀνθρώπους τὰ τῶν στοιχείων ἑαυτοῖς περι ετίθεσαν ὀνόματα, ἵνα ὡς πονηρὰ τὰ στοιχεῖα διαβάλληται, ὅπερ οὐκ ἔστιν· φύσει γὰρ <τὰ> στοιχεῖα καλὰ μόνοις δουλεύοντα τοῖς δοθεῖσιν αὐτοῖς νόμοις καὶ μὴ ἔχοντα τὸ ἐκ προαιρέσεως ἐξουσιαστικόν. 6 Mt 17, 17 Ὁ ἄπιστος ἔσται που καὶ διεστραμμένος καὶ κατ' οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς. τοῖς δὲ τοιούτοις οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ' εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ. πλὴν οὐκ εἰς τὸ τούτου πρόσωπον-καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. 7 Mt 17, 17 Ὅταν δὲ εἴπῃ, ὅτι ἕως πότε συνδιαιτῶμαι ὑμῖν τοῖς οὕτως ὑβρί ζουσιν καὶ ἀπίστοις δείκνυσιν, ὅτι ὁ τῆς ἐνσάρκου παρουσίας καιρὸς ἀπῄτει αὐτὸν συνδιαιτᾶσθαι μετὰ θεοπρεποῦς ἡμερότητος τοῖς οὐκ ἀγαθοῖς, ἵνα αὐτοὺς δι' ὧν ποιεῖ διορθώσηται. Ἕως πότε, φησίν, συνδιαι τῶμαι ὑμῖν τοῖς οὕτως ὑβρισταῖς καὶ ἀπίστοις δεικνύων, ὅτι ἡ μετὰ σαρκὸς παρουσία αὐτοῦ ἠνάγκασεν αὐτὸν συναναστρέφεσθαι τοῖς οὐκ ἀγαθοῖς, ἵνα διορθώσηται αὐτούς. 8 Mt 17, 20 Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως τοῦτ' ἔστιν θερμήν τε καὶ ζέουσαν ἤτοι τὴν τῷ βραχεῖ κόκκῳ παρεικασμένην διὰ τὸ ἐν λόγῳ μικροπρεπές. "ἔχομεν" γὰρ "ἐν ὀστρακίνοις σκεύεσιν τὸν" τῆς πίστεως "θησαυρόν". 9 Mt 17, 22-23 Οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος τοὺς κορυφαίους καὶ ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἐκ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲ ἀπεικὸς ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν καὶ λέγειν· ὁ τοσούτους νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεο πρεπεῖ, ὁ καὶ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρα ἠπατήθημεν θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, προμηνύει αὐτοῖς τοῦ πάθους τὸ μυ στήριον. 210 Mt 17, 22-23 Συναναμίξας τὸν περὶ τῆς ἀναστάσεως λόγον συναναπλέκει τῇ ἀσθενείᾳ τὴν δύναμιν, τῇ ἀδοξίᾳ τὴν δόξαν, τῇ εὐτελείᾳ τῆς ἀνθρω πότητος τὸ τῆς θεότητος ὑψηλόν· ἀπέθανε γὰρ ὡς ἄνθρωπος, ἀνεβίω ὡς θεός. λυποῦνται δὲ οἱ μαθηταὶ διὰ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην καίτοι γε προαναγγελθείσης τῆς ἀναστάσεως μετ' οὐ πολύ, ἐπείπερ θερμότερον οἱ ἄνθρωποι λυποῦνται ἀκούοντες