1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

24

ἀναγαγεῖν; καὶ ἐν Ἰὼβ, Ἐν δὲ, φησὶν, ἴχνεσιν ἀβύσσου περιεπάτησας; Μήποτε δὲ καὶ τοῦτο πλῆθος ὑδάτων δηλοῖ καθ' οὗ περιεπάτησε Κύριος; ὡς ἀφ' ἑτέρας ἀρχῆς εἶναι τὸ, Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ.τ.λ. Τοῦ καινοῦ ᾄσματος ... τῇ τῶν ὁσίων Ἐκκλησίᾳ ᾀδομένου, δηλαδὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Καινῆς ∆ιαθήκης .. παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωϋσέως· τὸ καινὸν δὲ τοῦτο παράδειγμα .. εὐφραινέσθω· αὐτὸς γὰρ ἦν ὁ τοῦ Θεοῦ Λόγος ὁ χρηματίσας τῷ Μωϋσεῖ, καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύπτου, ποιήσας τε αὐτὸν ἑαυτοῦ λαόν. Τοῖς μὲν οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾷν πρώτοις παρακελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν· αὐτὸς δὲ ἦν ..τὸς πάλιν ὁ τοῦ Θεοῦ Λόγος, πάλαι μὲν αὐτῶν βασιλεὺς ὢν, ὕστερον δὲ παραιτηθεὶς ὑπ' αὐτῶν· διὸ πρὸς τὸν προφήτην Σαμουήλ φησιν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμὲ .. μὴ βασιλεύειν ἐπ' αὐτῶν. Ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χάριτος τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν· τά γε μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασι 24.72 λέα ἐπιγνόντα κατεδέξαντο· διόπερ ἡ κατὰ Θεὸν εὐφροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ' αὐτά· ὅθεν τὰ μὲν καθ' ὅλης τῆς οἰκουμένης ἔθνη ταῖς ἑαυτῶν Ἐκκλησίαις αἰνοῦσι τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως ἑαυτῶν, ἐν χορῷ τοῦ Θεοῦ Λόγου τὸ ὄνομα Ἰησοῦν Χριστὸν μετὰ χορείας δοξάζοντες ἀλλὰ καὶ ὁ καθεὶς παρ' ἑαυτῷ ..νων δ' ἔργων ἀγαθῶν, καὶ διὰ τῶν τοῦ σώματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξολογίαν τοῦ Θεοῦ διαπράττεται. Εἰκότως τοῦτο αὐτὸ προλαβὼν ὁ λόγος προστάττει φάσκων· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ· τύμπανον μὲν τὸ σῶμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα .. νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰησοῦ νέκρωσιν ἐν τῷ σώματι περιφέροντες· οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραινομένῳ .. ποιήσαντι αὐτὸν, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσιν.

ΨΑΛΜΟΣ ΡΜΘʹ.

Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Ἄλλως δὲ τὸν θάνατον τῶν ὁσίων

ᾐνίξατο διὰ τῶν κοιτῶν. Κοίμησιν γὰρ εἴωθε καλεῖν αὐτὸν ἡ Γραφὴ, λέγοντος καὶ Παύλου· Περὶ δὲ τῶν κοιμωμένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ ἡ Παλαιὰ δέ φησιν· Ἐκοιμήθη ∆αυῒδ μετὰ τῶν πατέρων αὐτοῦ. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Παραδόξως δὲ Ἀκύλας τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε, δουλεύσας τῇ τῶν Ἑβραίων φωνῇ εἰπών· Μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. Ἀλλὰ καὶ περὶ τῶν τοιούτοις ἐναντίων εἴρηταί που· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, φονευόντων τοὺς ὑπ' αὐτῶν ἡλωκότας. Οἰκείως δὲ τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρέστησε, τὰς δὲ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ στόματι αὐτῶν, φωνῇ γὰρ ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου, παρὰ τοῖς ἀκούειν δυναμένοις ἀνυψοῦντες τὸν ὕμνον· ταῖς δὲ πράξεσιν ἰσχὺν εἶχον καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως. Χεῖρας μὲν αὐτῶν τὰς πράξεις φησὶν, ἤτοι ἢν μετεχειρίζοντο πραγματείαν. Αὕτη δὲ ἦν ὁ εὐαγγελικὸς λόγος, ὃς καὶ ῥομφαία ὠνομάσθη, ἐκδιώκουσα τὰς τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων ἀγέλας· ποιεῖν τε τὴν ἐκδίκησιν τῶν ἠδικημένων ἐθνῶν, καὶ ἐλέγχειν τοῦ λαοῦ τὴν εἰδωλολατρείαν. Τοῦ δεῖσθαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, κ.τ.λ. Ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶσαι τοὺς πάλαι τοῖς δαίμοσι δεδουλωμένους ἢ καθυποτάξαντας πρότερον καὶ καταδήσαντας τοὺς ἄρχοντας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. Νοήσεις δὲ καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς εἴρηται·