βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
καὶ τὴν αἰτίαν πάσης πολιτείας τε καὶ συμβάσεως τύχῃ καὶ ἄστροις ἀνε 110.116 τίθουν, μηδὲν τῶν φαινομένων πλέον λογιζόμενοι. Καὶ ὅλως ἦν πάντα παρανομίας καὶ ἀσεβείας ἔμπλεα, καὶ πανταχοῦ τῆς ἀπάτης τῶν μάντεων ἐπεπλήρωτο. ̣2 ̣ Καὶ γὰρ τὰ ἐν ∆ελφοῖς καὶ τὰ ἐν ∆οδώνῃ, καὶ τὰ ἐν Βοιωτίᾳ καὶ Λυκίᾳ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καλαυρίοις μαντεύμασιν· ἡ Πυθία ἐθαυμάζοντο μὲν τότε ὑπὸ τῶν ἀνθρώπων τῇ φαν τασίᾳ, Νῦν δὲ, ἀφ' οὗ Χριστὸς, ὁ Θεὸς Λόγος, ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις καταγγέλλεται, πέπαυται ταῦτα καὶ ἡ τούτων δαιμονιώδης μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος. Καὶ πάλαι μὲν ἐφαντασιοσκόπουν δαίμονες τοὺς ἀνθρώ πους, προκαταλαμβάνοντες πηγὰς, ἢ ποταμοὺς, ἢ Ξύλα ἢ λίθους, καὶ οὕτω ταῖς μαγείαις ἔπληττον τοὺς ἄφρονας· νῦν δὲ, τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου γενομένης, ἠφάνισται τούτων ἡ φαντασία. ̣3 ̣ Καὶ πάλαι μὲν τοὺς 51 παρὰ ποιηταῖς λεγομέ νους θεοὺς ∆ία, καὶ Κρόνον, καὶ Ἀπόλλωνα, καὶ ἥρωας, νομίζοντες οἱ ἄνθρωποι θεοὺς ὑπάρχειν, ἐπλανῶντο σέβοντες· καὶ μέντοι καὶ ἀλληγορικῶς τινας αὐτῶν ἐκλαμβάνοντες προσεκύνουν, οἷον τὸν Ποσειδῶνα ὕδωρ, καὶ τὸν Ἥφαιστον πῦρ, καὶ τὴν Ἥραν ἀέρα, καὶ τὴν ∆ήμητραν γῆν καὶ καρποὺς, καὶ ∆ία ὑετόν. Ἀντὶ μὲν ἐκείνοις ἐγνώσθησαν ἄνθρωποι θνητοί· μόνος δὲ Χριστὸς ἐν ἀνθρώποις ἐπεγνώσθη Θεὸς ἀληθινὸς, ἀληθινοῦ Θεοῦ Θεὸς Λόγος. ̣4 ̣ Οἱ τοίνυν ποιηταὶ εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων· ἀλλ' οἱ αὐτοὶ πάλιν εἶπον, ὅτι μοιχός ἐστι, καὶ παιδοφθόρος, καὶ πατραλῴας καὶ ἕτερα τούτων οὐκ ἔλαττον ἐγκλήματα· ἀλλ' οὐκ ἔστι, φημὶ, ἀληθῶς, οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ ταῦτα δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ ταῦτα μετ' ἐκείνων. ̣5 ̣ Εἰ δὲ ἀφεὶς τοὺς ποιητὰς ὡς πλαστολόγους, καὶ ἐπὶ τὰς ἀλλη γορίας δράμοις, ἐκεῖνό σε ἐρήσομαι, τί ποτέ ἐστιν ὁ Ζεὺς, ἡ ζέουσα, φημὶ, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα ὄμβρος, ὃ αἰθὴρ λέγεται παρὰ τὸ ζέον καὶ καῖον. Οὐκοῦν οὐκ ἔστι λογική τις καὶ διακριτικὴ, ἀλλὰ ἄλογος· ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις ἄλογός ἐστι παντί που δῆλον. Εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεὺς, ἄλογός ἐστι καὶ ἀναίσθητος· κἀντεῦθεν ὁ μῦθος οἰχήσεται· ὁ γὰρ ἀὴρ οὔτε πατὴρ ἐγένετό τινος, οὔτε τινὰ ἔτεκεν οὐσίαν οἵαν ἀναπλάττουσιν οἱ μυθολόγοι καὶ μυ θοπλάσται τὸν Ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσιν, υἱὸν αὐτοῦ λέγουσιν εἶναι· οὔτε γὰρ ὁ ἥλιος λο γισμὸν ἔχει, οὔτε διάνοιαν ἢ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστι τὸ ἔργον, ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ πάλαι τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός· ἀλλὰ ὥστε οὐδὲ τὸ ὕειν τοῦ, αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ ἄνωθεν φερομένων τῶν ναμάτων, ἢ τῶν ὑπὲρ τὸν οὐρανὸν ὑδάτων, ὡς ἡ ὄντως Ἀλήθεια διὰ τῶν θείων προφητῶν ἔφη. 110.117 ̣6 ̣ Καὶ ὥσπερ οὖν ἡλίου φαίνοντος ἀπελαύνεται σκότος, οὕτως τῆς θείας ἐπιφανείας γενομένης, ἀπελήλατο τῆς εἰδωλομανίας τὸ σκότος, καὶ πᾶσα ἡ τῶν φιλοσόφων πιθανολογία μωρία καὶ φλυαρία φανερῶς ἀπεδείχθη, καθὼς γέγραπται. Περὶ μὲν γὰρ τῆς τῶν εἰδώλων ἄρδην καταλύσεως, "Καὶ ἔσται, φησὶν, ἐν 52 ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔσται αὐτῶν ἔτι μνεία." Περὶ δὲ τῆς τῶν φιλοσόφων ματαιολογίας, "Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν," καὶ, "Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι." ̣7̣ Καὶ πάλαι μὲν εἰδωλολατροῦντες Ἕλληνες καὶ βάρβαροι κατ' ἀλλήλων ἐπολέμουν, ὡς εἴρηται, καὶ ὠμοὶ καὶ ἀπηνεῖς πρὸς τοὺς συγ γενεῖς ἐτύγχανον· οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν ἄοπλον διαβῆναι διὰ τὴν πρὸς ἀλλήλους ἀκατάλλακτον μάχην· καὶ ἁπλῶς πᾶσα ἡ τούτων ζωὴ καὶ διαγωγὴ δι' ὅπλων ἐγένετο, καὶ ξίφος ἦν αὐτοῖς διὰ βακτηρίας καὶ παντὸς βοηθήματος ἔρεισμα. Νῦν δὲ, ὅτε εἰς τὴν τοῦ εἰρηνοποιοῦ Χριστοῦ διδασκαλίαν καταβεβήκασι, τότε δὴ παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατανυ γέντες τὴν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκέτι πολέμια φρονοῦσιν, ἀλλὰ κατὰ δαιμόνων τὸν πόλεμον διὰ τῶν ἀρίστων τρόπων καὶ τῶν κατ' ἀρετὴν πράξεων ἐτρέψαντο καὶ προδήλως