βούλεσθαι. τό τε γὰρ παρὸν συνορᾷς καὶ τὸ μέλλον εἰκάζεις καὶ τὸ ἀφανὲς ἀνευρίσκεις ἐξ ὀφρύων τε καὶ βλεφάρων φυσιογνωμονῶν, ὡς μάλιστα τὰ ἐν τῇ ψυχῇ καταλαμβάνεις βουλεύματα. καὶ τοῖς μὲν ἄλλοις τὴν τῆς δίκης κατανέμεις ἰσότητα, ἀφ' ἑστίας δὲ σαυτὸν ἀδικῶν σεμνύνῃ τῷ ἐλαττώματι. καὶ γραφὴν μέν τις ἁλοὺς ὕβρεως ἔδωκε δίκην τῷ γραψαμένῳ· χεῖρα δὲ πολλοὶ ξιφήρη κατὰ τῆς σῆς ἐπανατεινάμενοι κεφαλῆς ἥλωσαν μέν, πεφεύγασι δέ, οὐ γλώττης ἰσχύϊ οὐδὲ ῥητορικαῖς πιθανότησιν, ἀλλὰ τρόποις ἀρρήτοις φιλανθρωπίας. Καθ' ἕκαστον μὲν οὖν λέγειν ὁ παρὼν χρόνος οὐκ ἐξαρκεῖ· ἓν δὲ ἢ δύο τῶν πάντων ὑποτυπώσομαι ἐν σχήματι διηγήσεως, εἰδόσι δὲ λέγων οὐδὲν δέομαι γράφειν τὸν τετυραννευκότα ὀνομαστί. ὃς χθές που καὶ πρῴην σισυροφορῶν ἄφνω τήβενναν ἐνεδύσατο, οἷα πολλὰ νεανιεύεται τὸ αὐτόματον. καὶ ἀπὸ Σκυθικῆς αὐτονομίας ἀνεγράφη τοῖς βουλευταῖς καὶ τῆς Ῥωμαϊκῆς συγκλήτου μέρος ἐγένετο· ἀλλὰ τὴν στολήν, οὐ τὴν ψυχὴν μετηλλάξατο. ὅθεν ποτὲ τὰς περιβολὰς μεθεικὼς γυμνῷ τῷ ἤθει κατὰ τοῦ σοῦ κράτους ἐλύττησε. καὶ πόρρω τοξεύειν ἐθίσας τὸν ἥλιον, ἐπεὶ ἀγχοῦ τοῦ κύκλου ἐγένετο, βάλλεται ταῖς ἀκτῖσι καὶ φυγεῖν ἐθέλων ἁλίσκεται. εἶτα τί; ἐξαγγέλλει τὸ σκέμμα καὶ τὴν τυραννίδα δημοσιεύει καὶ ὅσοι ταύτης κεκοινωνήκασιν· ἐφ' οἷς ἐκεῖνος, ὃν ἴστε, ὁ θρίαμβος. καὶ χείρω τῶν γεγενημένων τὰ προσδοκώμενα. βῆμα οὖν αὖθις μετέωρον καὶ δευτέρα κατὰ τῆς τυραννίδος δίκη προτίθεται. σὺ μὲν οὖν μεταπλάσας σαυτόν, ὡς ὕστερον ἔγνωμεν, καὶ συνεσπακὼς ἐκάθησο τὰς ὀφρῦς καὶ βλοσυρὸν βλέπων καὶ λεοντῶδες καὶ ἐς μῆκος σύρας τὸ ἐπισκύνιον. παρειστήκει δὲ ἐν τάξει τὸ ἔκκριτον ὡς πρός τινα πυρισμάραγον ἀστραπὴν ἀντωπεῖν μὴ δυνάμενον. εἶτα ὥσπερ βροντῆς κινησάσης τὸ τυραννικὸν πλῆθος συνείλεκτο, ἐκτετηκότες τὰς παρειάς, τοὺς κροτάφους συμπεπτωκότες, κυλοιδιῶντες τοὺς ὀφθαλμούς, πιναρὰν τὴν κόμην καὶ βαθυτέραν ταύτην τοῦ πώγωνος ἕλκοντες, βραχὺ μὲν ἀσθμαίνοντες, λεπτὸν δὲ ἀναστένοντες, τὴν ὄψιν ἀφεικότες εἰς γῆν καὶ αἰσχύνῃ τὸ πρόσωπον καλυπτόμενοι. εἰσιόντες δὲ ὁ μὲν "τίς ἡμᾶς διαδέξεται τύχη;" ἠρέμα πως ὑπερφθέγγετο· καὶ ἄλλος· "οὐκ ἄρα μέγαν τοῦ θεοῦ ὀφθαλμὸν λήσεσθαι ἔμελλον"· καὶ ἕτερος· "καλά γε ἡμῖν τοῦ τολμήματος τὰ ἐπίχειρα· πῶς ἴδω, πῶς ἀντωπήσω, καθ' οὖ χεῖρα φόνιον ἐπανέτεινα;" σὺ δὲ τὸ πλάσμα τηρῶν μέχρι πολλοῦ καὶ πρὸς τὸ τῆς ψυχῆς ἀντιμορφούμενος δικαστήριον, ἐπειδὴ εἰσιόντας εἶδες, τὴν σκηνὴν ἀφεὶς καὶ τὴν ὑποβολὴν μεθεικώς, συγχυθεὶς ἄφνω τὴν ψυχὴν πληροῖς μὲν δακρύων τοὺς ὀφθαλμοὺς καὶ φιλανθρώπους πέμπεις φωνάς. εἶτα δὴ-ἀλλὰ πῶς εἴποιμι, πῶς ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; -ὡς εὐεργέτας καταφιλεῖς τοὺς φονεῖς καὶ τὴν ξιφήρη χεῖρα καὶ τύραννον καὶ αἱμαχθεῖσαν, ὅσον ἐπὶ τῷ σκέμματι, τοῖς ὀφθαλμοῖς ὑποθεὶς πλύνεις τοῖς δάκρυσι καὶ τοῖς τῆς φύσεως ἀποκαθαίρεις λουτροῖς. καὶ πάλιν ὁ σισυροφόρος τηβεννοφόρος καὶ ὁ κάνδυς μετὰ τὸ κώδιον καὶ τὸ πεπτωκὸς μέρος πρὸς τὴν συγκλητικὴν τάξιν ἀποκαθίσταται καὶ τοῦ εὖ ζῆν οἱ τοῦ ζῆν ἀπελπίσαντες μετεσχήκασι. καὶ τοιοῦτόν τι καὶ τύραννος ἕτερος πέπονθε, καὶ ἀπ' αὐτῆς τῆς ἀγχόνης φιλανθρωπίας τυχὼν πρὸς τὴν ἀγγέλοις ἀνάλογον ζωὴν μετατίθεται. Εἴπω, βούλεσθε, καὶ δεύτερον ἄλλο διήγημα; σὺ μὲν γάρ, ὦ βασιλεῦ, ἀκούων ἐρυθριᾷς καὶ τὴν εὐφημίαν οὐκ ἀποδέχῃ, ἀλλὰ φορτικοὺς τοὺς ἐπαίνους ἡγῇ· ἡμεῖς δὲ οὔτε λέγοντες οὔτε ἀκούοντες κορεννύμεθα. ἡμῶν οὖν ἕνεκα καὶ τοῦτον τὸν ἆθλον ὑπόστηθι. ὑποτεμοῦμαι δέ, ὅσον εἰκός, τὴν ὑπόθεσιν. γέγονάς ποτε καὶ λοιδόρου γλώττης πάρεργον καὶ χειρὸς ἀκρατοῦς· καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ θεὸς ὁ πᾶσιν ἀνάλωτος καὶ ἀποξέσας τῇ φύσει πᾶσαν ἀντίληψιν. τὸ δὲ λοιδόρημα, ὅτι μέλαινα ἡ χιὼν καὶ ὁ κύκλος τετράγωνος καὶ ἡ γραμμὴ βάθος ἔχουσα. καὶ ὁ τοῦ λοιδόρου αὐτόχειρ γράμματος-τί γὰρ δεῖ μὴ τἀληθῆ