ἡμᾶς προάγειν εἰς τὸ πέραν. Οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. Εἶτ' ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογι ζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι «περὶ τὴν πίστιν» ἤ τινα τῶν ἀρετῶν. Ἀλλ' ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεμος. Ἐπὰν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι «περὶ τὴν πίστιν» ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον «ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα», καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης ἐνεστηκυίας φυλακῆς, ὅτε «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν», ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἵν' εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ' αὐτῆς. Καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐμφανιζόμενον, ταραχθη σόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβού μενοι κεκραξόμεθα· ἀλλ' αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μὲν «ἐπὶ τὴν τελειότητα», οὐδέπω δὲ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μὲν κατ' ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δὲ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ὄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται καὶ ἄρξεται μὲν καταποντί ζεσθαι, οὐ πείσεται δὲ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ· Κύριε, σῶσόν με. Εἶτ' εὐθέως ἔτι λαλοῦντος τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· Κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, καὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου κατα ποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. Πλὴν τήρει ὅτι οὐκ εἶπεν· ἄπιστε, ἀλλά· ὀλιγόπιστε, καὶ ὅτι λέλεκται· εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον αὐτῇ; 11.7 Καὶ ἐπὶ τούτοις γε καὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀνα βήσονται εἰς τὸ πλοῖον καὶ κοπάσει ὁ ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ' οἵων διεσώθησαν κινδύνων, προσ κυνήσουσι λέγοντες, οὐχ ἁπλῶς· θεοῦ υἱὸς εἶ, ὡς καὶ οἱ δύο δαιμονιζόμενοι, ἀλλά· ἀληθῶς θεοῦ υἱὸς εἶ· ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εἰρηκέναι. Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γῆν, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ Ἰησοῦς. Τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμ μένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ' ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν-οὐκ ἐν αὐτῷ <τῷ> πέραν, ἀλλὰ περὶ αὐτό, -καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. Ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. Οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ' αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ «αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη» καὶ «προσελθοῦσα ὄπισθεν» καὶ ἁψαμένη «τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ», ὅτι «ἔλεγεν ἐν ἑαυτῇ· εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι» -τήρει γὰρ <τὸ σύμφωνον> ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ-διὸ «παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς». Οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ' ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν