μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν πετρῶν, πῶς πλανᾶται καὶ ἐν τῇ περὶ ἀγαθῶν κρίσει, οἰόμενος ταῦτα εἶναι ἀγαθά. διό φησι· «καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά». τὸν σῖτον καὶ τὴν εὐφορίαν τῶν γηΐνων ἀγαθὰ εἶναι νενόμικεν· οὐ γὰρ εἶδεν ὅτι τὰ ἀληθῶς ἀγαθὰ οὐκ ἔστιν ἐν τῇ κατηραμένῃ γῇ, ἀλλὰ τὰ ἀληθῶς ἀγαθά ἐστιν ἐν οὐρανῷ. ἐθησαύριζεν ἐπὶ γῆς, [καὶ] ἐπεὶ ᾤετο ἀγαθὰ εἶναι τὰ ἐπὶ γῆς. ἐὰν δέ τις μεταβῇ ἀπὸ τοῦ θησαυρίζειν «ἐπὶ γῆς», πειθόμενος τῷ Ἰησοῦ, εἰς τὸ θησαυρίζειν «ἐν οὐρανῷ», οὐ λεχθήσεται αὐτῷ· «ἄφρον, [τί] ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ», ἀλλ' ἐλθόντες οἱ θηρευταί, ζητοῦντες οὐ τὰ κάτω ἀλλὰ τὰ ἐν τοῖς ὄρεσι ζῶα, τὰ ἐν τοῖς βουνοῖς, τὰ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν σκεπαζόμενα, συλλήψονται ταῦτα καὶ ἀπάξουσιν αὐτὰ ἀπὸ τῆς θήρας ἐκείνης. ὅπου; ἐπὶ τὴν ἀνάπαυσιν τῶν ἁγίων καὶ μακαρίων ἐν Χριστῷ Ἰησοῦ. «Οἱ» γὰρ «ὀφθαλμοί μου» φησὶν «ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν». τῶν τοιούτων, τῶν ἐπὶ τὰ ὄρη τὰς διατριβὰς ποιουμένων καὶ ἐν τοῖς βουνοῖς καὶ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν, [καὶ] ἐπὶ τὰς ὁδοὺς πάσας ὁ θεὸς ἔχει τοὺς ὀφθαλμούς. «καὶ οὐκ ἐκρύβησαν ἀπὸ προσ ώπου μου» οἱ τοιοῦτοι· οἱ γὰρ φαῦλοι κρύπτονται ἀπὸ προσώπου τοῦ θεοῦ. ἤκουσεν Ἀδὰμ μετὰ τὴν παράβασιν «τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν» καὶ ἐκρύβη, ὁ δὲ ἅγιος οὐ κέκρυπται, ἀλλ' ἔχει καρδίαν μετὰ παρρησίας τῆς κατὰ τὴν ἁγίαν πολιτείαν πρὸς τὸν θεόν. «ἐὰν» γὰρ «ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, ἔχει παρρησίαν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτώμεθα λαμβάνομεν παρ' αὐτοῦ». ὁ μὲν οὖν Ἀδὰμ εἰ καὶ ἥμαρτεν, οὐκ εἰς ὑπερβολὴν χαλεπὴν ἁμαρτίαν ἥμαρτεν· διὰ τοῦτο ἐκρύβη «ἀπὸ προσ ώπου τοῦ θεοῦ». ὁ δὲ ἁμαρτωλότερος αὐτοῦ Κάϊν καὶ ἀσεβέστατος ὁ ἀδελφοκτόνος τί πεποίηκεν; «ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ». ὥστε συγκρίσει κακῶν ἔλαττον εἶναι τὸ κρυβῆναι ἀπὸ προσώπου τοῦ θεοῦ· καὶ γὰρ οὗτος κρύπτεται οὐκ ἀπερυθριῶν, ἀλλ' αἰδούμενος τὸν θεόν. «οὐκ ἐκρύβησαν» οὖν «ἀπὸ προσώπου μου». οὗτοι, οἱ ταῦτα ποιήσαντες, ἐν ἁμαρτίαις ποτὲ γεγόνασι καὶ ἀπὸ ἁμαρτιῶν τῶν ἐν τῇ θαλάσσῃ ἡλιεύθησαν. 16.5 ἵν' οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· «καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου». Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν <ὡς ἀκό λουθα>, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημά των· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευο μένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. «καὶ ἀνταποδώσω» γάρ φησι «πρῶτον διπλᾶς τὰς ἀδικίας αὐ τῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ' αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλη σαν τὴν κληρονομίαν μου». τὸ «πρῶτον» εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν κείμενον· «καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν», ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· «ἀφέωνταί σοι αἱ ἁμαρτίαι») μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειω θέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρ τάνειν τινὰ δεόντως πράττοιμεν,