24
εἴδη, εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται. ∆ένδρον δὲ βαλάνου Βασᾶν, σκληρὸν ἦθος δηλοῖ καὶ ἀντίτυπον. Τοὺς δὲ τοιούτους, καὶ ἡ κοινὴ συνήθεια παρεικάζει δρυῒ, ἧς ὁ καρπὸς χοίρων τροφή. Ὅθεν δένδρον αἰσχύνης ὠνόμασται. Τοῦτο γὰρ τὸ Βασᾶν ἑρμηνεύεται. Κολάζονται οὖν καὶ ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Κατὰ δὲ τὸ ῥητὸν, χωρίον τοῦτο τῆς Ἰουδαίας εἶναί φασι τὴν Βασᾶν, τὴν νῦν Βαταναίαν, δένδρων ἀρίστην τροφόν. Οὐ μόνον δὲ τὸν ἀσελγῆ βίον, ἀλλὰ καὶ τὴν εἰδωλολατρείαν, αἰσχύνην φησὶν ἡ Γραφή. Ὡς Ἐλιοῦ πρὸς Ἀχαὰβ,"Ἀποστεῖλαι, φησὶ, πρὸς αὐτὸν, εἰς τὸν Κάρμηλον τοὺς προφήτας, τῆς αἰσχύνης ἄνδρας, οἳ ἤσθιον τὰς τραπέζας Ἰεζαβέλ." Πλὴν, "Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν εἰς πῦρ ἐμβάλλεται κοπὲν ἐν τῇ Κυρίου ἡμέρᾳ." Καὶ ἐπὶ πᾶν ὄρος, φησὶ, καὶ ἐπὶ πάντα βουνόν. Πονηραὶ δυνάμεις αὐταὶ, μέτρα τῶν 1889 ἀδικημάτων ἔχουσαι τὴν πρὸς ἀλλήλας διαφορὰν, ὡς ὄρη τε καὶ βουνοὶ τοῖς ὑποκειμένοις διαφέροντα. Κακεῖ γὰρ προαίρεσις μία τῷ μεγέθει διάφορος. Ὁ δὲ πύργος, ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πόλεως, καὶ γνῶσιν ἐφόδων πολεμικῶν, ὁποῖος ἡμῖν ὁ νοῦς ἐδόθη παρὰ Θεοῦ, φυλακτικὸς μὲν ἀγαθῶν, προβλέπων δὲ τοὺς ἐπιβουλεύοντας. Οὐ χρὴ δὲ τοῦτον ἐν αὐτῷ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι. Καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρόνημα, διασπῶν ἐπὶ σωτηρίᾳ τὴν πρὸς τὰ κακὰ συμφωνίαν αὐτοῦ· περὶ οὗ τῆς οἰκοδομῆς κελεύει πρῶτον ψηφίζειν ὁ Κύριος, εἶτα πρὸς ἀπαρτισμὸν ἐκτησάμεθα. Τοῦτον ὑψηλοφρονοῦντα δεδιέναι δεῖν τὴν ἡμέραν Κυρίου φησίν. Καὶ τὸ τεῖχος δὲ φυλᾶττον πόλιν, τῶν πολεμίων τὰς προσβολὰς ἀποκρούεται. Οὕτω καὶ λόγων τῶν ἐν ἡμῖν, οἱ μὲν τῶν τῆς ἀληθείας δογμάτων φυλακτικοὶ, τῷ νῷ πρὸς τὸ μὴ καθαιρεῖσθαι τὰ δόγματα περικείμενοι· οἱ δὲ πρὸς ὀχύρωσιν ψεύδους, καὶ φυλακὴν ματαιότητος ἐκ τῆς ἔξωθεν ἐπινοίας ἐπιτηδευόμενοι. Τεῖχος γὰρ ἡ διαλεκτικὴ, μὴ συγχωροῦσα τοῖς βουλομένοις διαρπᾶσαί τε καὶ διαλῦσαι τὰ δόγματα. ∆ιὸ τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἐπὶ τῶν χειρῶν ἀναγέγραπται τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦς ὑπὸ Ἰωσιοῦ καθαιρεῖται φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα κατηγορεῖται τὰ ὑψηλά. Ἐνταῦθα δὲ, καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις ἐπὶ πολὺ κραταιωθεῖσαν πιθανότητα, καὶ ὑψωθεῖσαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ προφήτου διαβεβαιουμένου ἐν ἡμέρᾳ Κυρίου τοῦτο καθαιρεθήσεσθαι. Γυμνασίας δὲ χάριν διὰ ὀνομάτων αὐτὰ παραδίδωσιν ἡ Γραφὴ μηδὲν εἰκῆ προσίεσθαι, μηδὲ τὸν νοῦν ἔχειν χαμαὶ συνεθίζουσα. Μετὰ δὲ τὸν ὑψηλόφρονα νοῦν, καὶ τοῖς ταπεινοῖς οὐ συναπαγόμενον, καὶ περὶ σωμάτων αὖθις αἰνίττεται, πλοῖα ταῦτα θαλάσσης εἰπών. Οὐ τοῖς ἀψύχοις γὰρ φοβερὰ ἡ τοῦ Κυρίου ἡμέρα· τοῖς δὲ διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ τοῦ βίου τοῦ τούτου κλύδωνι σαλευομένοις, ὃν δὴ καταπατοῦσιν οἱ ἐν σαρκὶ ζῶντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, ὅτε καὶ τῷ βίῳ συγκαταβαίνουσιν ἐπὶ τὸ τῶν βεβυθισμένων κερδάναι τινάς. ∆ιὸ εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργα 1892 σίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου, καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Ἀπειλεῖ δὲ καὶ τοῖς τὰ σώματα καλλωπίζουσιν, καὶ περὶ τὴν τούτων θέαν περιέργως ἐπτοημένοις. Οὐ γὰρ ἡ τῶν πλοίων θέα φοβερά· ἀλλ' ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ὅτι δὲ τὰ περὶ τῶν προειρημένων ἐστιν αἰνίγματα, δεδήλωκεν εἰπών· καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος τοῦτ' ἕστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται. Μόνος δέ φησιν ὁ Κύριος ὑψωθήσεται. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος, καὶ ἀληθείας ἀποδειχθείσης, ἡ τοῦ ψεύδους φύσις ἐλέγχεται. Καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, εὐκαταφρόνητα τὰ δοκοῦντα πρὶν ὑψηλὰ καὶ μετέωρα, πάσης λογικῆς φύσεως τὸ ὕψος μόνον μαρτυρούσης Θεῷ. Ἐπιπεπλεγμένως δὲ περὶ τῶν δύο τοῦ Κυρίου παρουσιῶν ἡ Γραφὴ διαλέγεται. Τὰ μὲν γὰρ προειρημένα, περὶ τῆς