ὃν ὁ Σέργιος "καὶ εἰ τοιοῦτος ἔσεσθαι μέλλει, μετὰ τῆς μητρὸς αὐτὸν ἀνελῶ." πρὸς ὃν ὁ ἅγιος "οὐ δυνήσῃ τὴν συγχώρησιν τοῦ θεοῦ διακωλῦσαι. πρόσεχε οὖν σεαυτῷ." (30) εἶτα γεννηθέντος ἡ μήτηρ Ἰάκωβον τὸν Μαξιμίνης ἡγούμενον μεταπεμψαμένη ἔρριψεν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ κλαίουσα τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. ἔλεγε γὰρ ὅτι ἔγκυος οὖσα εἶδον ὄναρ ὅτι ἐσχίσθη ἡ κοιλία μου καὶ ἐξῆλθε δράκων. ἀλλὰ καὶ ὁ ὅσιος καὶ ὁμολογητὴς Ἱλαρίων ὁ τῆς ∆αλμάτου εἴρηκέ μοι ὅτι σεσωματωμένον Σατανᾶν βαστάζεις. λαβὼν οὖν αὐτὸν ἐβάπτισεν, Φώτιον ὠνομακώς, "ἴσως" λέγων "παρέλθοι ἡ ὀργὴ τοῦ θεοῦ ἀπ' αὐτοῦ." Σέργιος δὲ ὁ πατὴρ αὐτοῦ ὁρῶν τινὰ σημεῖα ἐν αὐτῷ ἔλεγεν "μὴ ἄρα ἡ παρ' Ἑβραίοις ἐλπιζομένη μονάστρια, ἡ τὸν Ἀντίχριστον μέλλουσα τίκτειν, ἡ γυνή μου ἐστίν;" ἐπεὶ δὲ φιλομόναχοι ἦσαν, τοὺς μοναχοὺς προσδεχομένης, ἠξίου εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ τοῦ Φωτίου. τοῦτόν ποτε τὸν Φώτιον μειράκιον 670 σκεπὶ τυγχάνοντα εἰς τὸν ἐν ἁγίοις Ἰωαννήκιον ἐν τῷ Ὀλύμπῳ ἀνήγαγεν, καὶ ὑπὲρ αὐτοῦ εὔξασθαι τοῦτον παρεκάλει. ὁ δὲ ἑτοίμως ἀποκριθεὶς ἔφη "Φώτιος ἐν καρδίᾳ αὐτοῦ ὁδούς σου, κύριε, εἰδέναι οὐ βούλεται." ὁ δὲ στενάξας εἶπεν "τί τοῦτο ἔφης, πάτερ;" αὖθις ὁ γέρων "ὅτι τὰ μέλλοντα πραχθῆναι ὑπ' αὐτοῦ δηλῶ σοι." τότε ὁ Σέργιος κόνιν σπασάμενος κατῆλθεν ἀπὸ τοῦ ὄρους. (31) εἰς μαθήματα δὲ τοῦτον ἐκδούς, μᾶλλον ἐκεῖνος πρὸς τὰ Ἑλληνικὰ φιλοτιμότερον διέκειτο ἢ τὰ ἐκκλησιαστικά. διὸ καὶ Ἑβραίων τινὶ μάγῳ συντετυχώς, "τί μοι" ἔφη "δῷς, νεανία, καὶ ποιήσω σε πᾶσαν γραφὴν Ἑλληνικὴν ἐπὶ στόματος ἄγειν καὶ πάντας τοὺς ἐπὶ σοφίᾳ παρευδοκιμεῖν." ὁ δέ φησι "τὸ ἥμισυ τῆς οὐσίας αὐτοῦ προθύμως ὁ ἐμὸς πατὴρ παρέξει σοι." ὁ δέ "οὐ χρῄζω χρήματα, ἀλλ' οὐδὲ τὸν πατέρα σου γνῶναι τὸ δρᾶμα· ἀλλ' ἐλθὲ μετ' ἐμοῦ εἰς τόνδε τὸν τόπον, καὶ ἄρνησαι τὸν τύπον ἐν ᾧ Ἰησοῦν προσηλώσαμεν, καὶ δώσω σοι παράδοξον φυλακτόν, καὶ ἔσται ἡ ζωή σου πᾶσα ἐν εὐημερίᾳ καὶ πλούτῳ καὶ πολλῇ σοφίᾳ καὶ χαρᾷ." τὸν δὲ προθύμως ἀκούσαντα, καὶ πάντα πρὸς τὴν τοῦ γόητος ἀρέσκειαν τετελεκότα. καὶ ἔκτοτε ταῖς ἀπηγορευμέναις αὐτῶν βίβλοις τῆς μαντικῆς καὶ ἀστρολογικῆς τερατείας οὐκ ἀποσχόμενος τὸν νοῦν, (32) ἐπὶ ἀκούων ἦν παρὰ τοῦ πατρός, ὡς ὑπὸ προορατικῶν ἀνδρῶν ἀκηκοότος, ὅτι πολυτρόπως τὸν πατριαρχικὸν θρόνον ἐπιβήσεται, τοῦτο ἐν ἑαυτῷ στρέ 671 φων Γρηγορίῳ τινὶ τῆς Συρακούσης ἐκκλησίας γενομένῳ ἐπισκόπῳ, ὃς καὶ Ἀσβεστὰς ἐκαλεῖτο, καθῄρητο δὲ ὑπὸ τοῦ μεγάλου Μεθοδίου διά τε πολλὰ ἄλλα καὶ διὰ τὸ παρ' ἐνορίαν χειροτονῆσαι Ζαχαρίαν τὸν τοῦ πατριάρχου Μεθοδίου πρὸς Ῥωμαῖον ἀποσταλέντα πρεσβύτερον, φιλιάζεται σὺν τούτῳ τε καὶ ἄλλοις τισὶν ἐπ' ἐγκλήμασι καθῃρημένοις, ὧν ὑπῆρχεν Εὐλάμπιος ὁ Ἀπαμείας καὶ Πέτρος ὁ Συλαίου καὶ ἄλλοι σὺν αὐτοῖς πλεῖστοι, οἳ εἰς τὸν οἶκον Φωτίου συνερχόμενοι καὶ μετὰ Γρηγορίου στρεφόμενοι κατὰ τοῦ μεγάλου Ἰγνατίου μελετῶντες ἦσαν· οὓς καὶ συναθροισθεῖσα ἐν τῷ πατριαρχείῳ μητροπολιτῶν καὶ ἐπισκόπων σύνοδος πάντας καθῄρησε καὶ ἀπεκήρυξε. τοῦτον τὸν Φώτιον Βάρδας ὁ Καῖσαρ, ὁ θεῖος Μιχαὴλ τοῦ βασιλέως, χειροτονεῖ πατριάρχην. ὃς μετ' ὀλίγας ἡμέρας ζητεῖ τὸ ἰδιόχειρον αὐτοῦ γράμμα, ὅπερ πρὸς τοὺς μητροπολίτας ἐποίησεν, ἡνίκα τοῦτον εἰς χειροτονίαν ἤγαγον, ὡς δῆθεν ἰδεῖν τι ἐν αὐτῷ βουλόμενος. εἰσάγεται οὖν ὁ χάρτης, καὶ ζητεῖται ἀσφάλειαν ἵνα μὴ διαρρηχθῆναι. οἱ δὲ τοῦ Φωτίου τὸν ἀντίχειρα τοῦ κρατοῦντος αὐτὸν κλάσαντες τὸν χάρτην ἀνέσπασαν, ὃν καὶ χειρωσάμενος Φώτιος εἰς λεπτὰ κατέκοψε, λέγων "οὔτε ὑμᾶς οὔτε τὸν Ἰγνάτιον ἐπίσκοπον ἔχω." 33. Τῷ βʹ ἔτει, Φωτίου τὸν τίμιον σταυρὸν εἰς τὴν ἑορτὴν ὑψοῦντος, μοναχός τις πλησίον τοῦ θυσιαστηρίου ἑστὼς διο 672 ρατικὸς εἶδεν θέαμα ξένον, ὄφιν παμμεγέθη τὰς χεῖρας τοῦ Φωτίου κρατοῦντα, τὸν δὲ σταυρὸν τὸν τίμιον ἐφ' ἑαυτοῦ ἀνυψούμενον. σύντρομος δὲ γεγονὼς μεγάλα ἔκραζε καὶ σύντομον τὸ κύριε ἐλέησον. καί τινες σὺν αὐτῷ εὐλαβεῖς ἱστάμενοι τὸ αἴτιον ἀνηρώτων, καὶ αὐτὸς τὴν ὀπτασίαν εἶπεν αὐτοῖς. οἱ δὲ ἦσαν τῶν ἀπὸ τῆς ἐκκλησίας πρεσβυτέρων. οὗτοι δὲ