De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Καταλαβόντος δὲ τοῦ καιροῦ τῆς θείας κοινωνίας, ἀπέρχονται σιλεντιάριοι δύο ἀπὸ κελεύσεως, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ὁ πατριάρχης, παρακρατούμενος ὑπ' αὐτῶν, ἀνέρχεται, καὶ ἀπαντῶσιν αὐτὸν ἐν τῷ τοῦ κοχλιοῦ πληρώματι, ἡνίκα μέλλει εἰσέρχεσθαι ἐν τοῖς σεπτοῖς κατηχουμενείοις, οἱ τοῦ κουβουκλείου ἄρχοντες. Καὶ εἰσελθὼν ἐν τοῖς κατηχουμενείοις ὁ πατριάρχης, προτίθησιν τὰ δῶρα ἐν τῷ βασιλικῷ ἀντιμισίῳ, ὁ δὲ πραιπόσιτος ἀπελθὼν μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου, προσκαλεῖται τὸν βασιλέα, καὶ ὑπ' αὐτῶν δηριγευόμενος ὁ βασιλεὺς ἀπέρχεται, καὶ κοινωνεῖ ἐκ τῶν τοῦ πατριάρχου χειρῶν, εἶτα εἰσέρχεται ἔνδον τοῦ δεξιοῦ βήλου, 1.71 καὶ καθέζεται ἐκεῖσε ἐπὶ σελλίου, μέχρις ἂν κοινωνήσωσιν ἐκ τῶν τοῦ πατριάρχου χειρῶν πατρίκιοί τε καὶ στρατηγοὶ μετὰ τῶν λοιπῶν τῶν ἐξ ἔθους. Εἶθ' οὕτως ἐξέρχεται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ὁ μὲν βασιλεὺς ἀπέρχεται ἐν ᾧ τόπῳ ἐκτελεῖ τὴν θείαν λειτουργίαν, ὡς προέφημεν, ὁ δὲ πατριάρχης κατέρχεται πληρῶσαι τὴν θείαν λειτουργίαν, καὶ διασώζουσιν αὐτὸν οἱ τοῦ κουβουκλείου ἄρχοντες μέχρι τοῦ τόπου, ἐν ᾧ καὶ ἀπήντησαν αὐτόν, ἐν τῷ ἀνέρχεσθαι αὐτόν, κἀκεῖθεν διασώζουσιν αὐτὸν σιλεντιάριοι δύο μέχρι τοῦ ναοῦ. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, διέρχεται ὁ βασιλεὺς διὰ τῶν ἔμπροσθεν κατηχουμενείων καὶ διὰ τῶν ἔνδον ἀπέρχεται ἐν τῷ θεοφυλάκτῳ παλατίῳ, ἤγουν τῷ ὄντι ἐκεῖσε, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Καὶ κατέρχονται δύο σιλεντιάριοι ἀπὸ κελεύσεως καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ τούτου ἀνελθόντος καὶ πλησιάσαντος, δέχονται αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου, καὶ ἐλθὼν καθέζεται μικρόν, καὶ εἰσελθὼν ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ ἑνωθέντες ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἵσταται ἡ τράπεζα, προσκαλεῖται τοὺς ἱερεῖς, καὶ ποιοῦσι τὸν στίχον, καὶ εὐλογήσας τὴν τράπεζαν ὁ πατριάρχης, ἀπαλλάσσει τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες αὐτὸ οἱ ἱερεῖς ἐξέρχονται, καὶ εἶθ' οὕτως καθέζονται ἀμφότεροι ἐν τῇ τραπέζῃ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης· οἱ δὲ τοῦ κουβουκλείου παρίστανται ἐν τῇ τραπέζῃ ἔνθεν κἀκεῖσε, ὡς εἴρηται. Καὶ πιόντων πρὸς ἅπαξ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ εἰσέρχονται οἱ τῆς ὑπουργίας, ὁ δὲ τῆς τραπέζης εἰσελθὼν ἵσταται ἐν τῇ κάτω πύλῃ ἔμπροσθεν τοῦ βήλου, 1.72 καὶ νεύει αὐτὸν ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ νύσσει τὸ βῆλον μετὰ τῆς χειρός, καὶ αἴρουσι αὐτὸ ὕπερθεν ἐγγιστιάριοι, καὶ εἰσέρχονται οἱ φίλοι, καὶ τελεῖται ἅπασα ἡ τῆς τραπέζης ἀκολουθία. Καὶ ἀνίστανται ὑπερευξάμενοι τὸν βασιλέα, καὶ ἐξέρχονται, καὶ ὁ μὲν βασιλεὺς μένει μετὰ μόνου τοῦ πατριάρχου, καὶ τοῦ κουβουκλείου παρισταμένου, καὶ πιόντες πρὸς ἅπαξ ἀνίστανται, καὶ προσκληθέντες οἱ ἱερεῖς ἀπὸ κελεύσεως εἰσέρχονται, καὶ περιβαλλόμενος ὁ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ, ποιοῦσι τὸν στίχον, καὶ ἐπιδοὺς ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, ἐξέρχονται οἱ ἱερεῖς. Καὶ εἶθ' οὕτως προσκυνήσαντες ἀλλήλους, καὶ ἀσπασάμενοι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχεται μὲν ὁ πατριάρχης καὶ διασώζουσιν αὐτὸν οἱ τοῦ κουβουκλείου μέχρι τῶν κατηχουμένων, ὁ δὲ βασιλεὺς ἀναπαύεται μικρὸν ἐκεῖσε, καὶ καταλαβούσης τῆς ὥρας περιβάλλεται ὁ βασιλεὺς κολόβιν τριβλάτιν χρυσοσωληνοκέντητον, διὰ λίθων καὶ μαργάρων ἠμφιεσμένον, ὃ καὶ βότρυς καλεῖται, καὶ σπαθίον ὁμοίως χρυσοῦν διὰ λίθων καὶ μαργάρων ἠμφιεσμένον, καὶ εἶθ' οὕτως ἐπιτίθησιν ὁ πραιπόσιτος τὴν τόγα, ἤγουν τὴν τιάραν, ἐπὶ τῆς τοῦ βασιλέως τιμίας κεφαλῆς. Καὶ ἐξέρχεται ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, φορούντων αὐτῶν σαγία ἀληθινά, καὶ διέρχεται διὰ τῶν κατηχουμενίων τοῦ νάρθηκος, τὰ δὲ βῆλα τὰ ὄντα ἐκεῖσε κουβικουλάριοι βαστάζουσι, καὶ διέρχεται διὰ τοῦ ἀριστεροῦ κοχλιοῦ, δι' οὗ καὶ ἀνῆλθεν, καὶ δέχονται αὐτὸν οἵ τε μάγιστροι καὶ πατρίκιοι ἔξωθεν τοῦ αὐτοῦ κοχλιοῦ εἰς τὸν λουτῆρα, ἔνθα καὶ τὸ πρωῒ ἀνερχομένου τοῦ βασιλέως ἔμειναν, ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ ἐξελθὼν ὁ βασιλεύς, ἱππεύει ἐν τῇ πύλῃ, ἐν ᾗ εἴθισται αὐτῷ καθ' ἑκάστην προέλευσιν τοῦτο ποιεῖν. Ὁ δὲ ἵππος ἔστρωται σελλοχάλινον χρυσοῦν 1.73 διάλιθον, ἠμφιεσμένον ἀπὸ μαργάρων, ἐν δὲ τῇ οὐρᾷ τοῦ αὐτοῦ ἵππου καὶ τοῖς τέσσαρσι ποσὶν ἀποκρέμανται πέτασοι πράνδιοι. Ἱππεύουσιν δὲ εὐθὺς ἀπὸ τῶν ἐκεῖσε οἵ τε ἄρχοντες τοῦ κουβουκλείου, μάγιστροι, πατρίκιοι καὶ πᾶσα ἡ σύγκλητος ἐφ' ἵππων ἐστολισμένων ὑπὸ