τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων. 211 Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπράττεσθαι νόμοις, οὐδὲ τὸ δίδραχμον τελεῖ, εἰδὼς ὅτι καὶ ὁ Χριστὸς ἦν εἰπὼν "οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη ρῶσαι", καὶ ὅτι τῆς οἰκονομίας ὁ τρόπος τοῦτο ἀπαιτεῖ. τούτοις μὲν οὖν εἶπεν ὁ Πέτρος-ἴσως ἐρυθριῶν ὑπὲρ τούτων διαλεχθῆναι. 212 Mt 17, 27 ∆υνάμενος καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα οὐκ ἐποί ησε τοῦτο, ἀλλ' ἐκ τῆς θαλάσσης τὸ σημεῖον ἐποίησεν, ἵνα μυστήριον ἡμᾶς διδάξῃ θεωρίας γέμον· ἰχθύες γὰρ ἦμεν ἐκ τῶν πικρῶν τοῦ βίου ταραχῶν ἀνασπασθέντες ὡς ἐκ θα λάσσης διὰ τῶν ἀποστολικῶν ἀγκί στρων ἔχοντες ἐν τοῖς ἑαυτῶν στό μασι τὸν Χριστὸν τὸν στατῆρα τὸν βασιλικόν, ὃς ἐδόθη ὑπὲρ δύο ἀντίλυτρον, ὑπὲρ ψυχῆς καὶ σώ ματος ἡμῶν ἤτοι ὑπὲρ δύο λαῶν, Ἰουδαίων τε καὶ ἐθνικῶν, ὁμοίως λυτρούμενος πένητας καὶ πλουσίους ἐπείπερ καὶ ὁ παλαιὸς νόμος ἀνυ ποστόλως ἐξ ἴσου ἀπῄτει τὸ τέλος τῆς δραχμῆς παρά τε πλουσίου καὶ πένητος. Ἠδύνατο ὁ σωτὴρ καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα, οὐκ ἐποίησε δὲ τοῦτο, ἀλλ' ἐκ τῆς θα λάσσης τὸ σημεῖον εἰργάσατο, ἵνα δείξῃ μυστήριον ἡμῖν θεωρίας ἔμ πλεον· ἡμεῖς γάρ ἐσμεν οἱ ἰχθύες θηρευθέντες ἐκ τῶν τοῦ βίου τα ραχῶν διὰ τῶν ἀποστολικῶν διδαγ μάτων. ἔχομεν δὲ ἐν τοῖς στόμασιν ἡμῶν τὸν στατῆρα, τοῦτ' ἔστιν τὸν Χριστόν. 213 Mt 18, 1 Οὐρανῶν τε βασιλείαν ἔν τε τῷ παρόντι μάλιστα λογιζόμεθα καὶ εἶναί φαμεν ἢ τὴν ἐν ἁγιασμῷ κλῆσιν ἢ τὸ ἐν πίστει καὶ ἁγιότητι μέτρον· ὑποφαίνει γάρ τι τοιοῦτον καὶ ὁ σωτὴρ εἰπών· "ἡ βασιλεία" τῶν οὐρανῶν "ἐντὸς ὑμῶν ἐστιν". 214 Mt 18, 10 Ἐπειδήπερ τις πολλὴ καὶ δυσαρίθμητος δαιμόνων πληθὺς τόδε τὸ σύμπαν περιφοιτᾷ πολυτρόποις ἀπάταις τὰ καθ' ἡμᾶς καταστρέφουσα, οὐρανόθεν ἡμῖν ἐπέστησεν ὁ Χριστὸς τοὺς παιδαγωγοὺς οὐχ ὡς τῆς ἀνθρώπου φύσεως τὸ ἔλαττον ἀποφερομένης-πολλοῦ γε καὶ δεῖ· μακρὰν γὰρ τῶν καθ' ἡμᾶς ἐκεῖνοι καὶ ἐναργὴς ὁ λόγος-ἀλλ' ὡς ταῖς τῶν δαιμονίων πλεονεξίαις τὴν ἰδίαν ἰσχὺν ἀντεξάγοντας καὶ τῆς ἡμετέρας ζωῆς ὑπεραθλεῖν ἰσχύοντας· κατώρθωκεν δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ταῖς ἡμετέραις ψυχαῖς ὁ Χριστός. πάλαι μὲν ἀχρειωθέντων ἡμῶν ἀπεκέκλειστο ὁ οὐρανὸς καὶ οὐδένα τῶν καθ' ἡμᾶς ἐποιοῦντο λόγον οἱ ἄγγελοι οἱονεὶ τῷ πάντων δεσπότῃ συναγανακτοῦντες ὡς ὑβρισμένῳ. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ θεὸς "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ", κατεκόμισεν ἐλθὼν ἐπὶ γῆς καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τῆς ἡμετέρας ζωῆς κηδεμόνας ἀπέδειξεν. διὸ καὶ ἔλεγεν· "ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου". "τοῦ ἀνθρώπου", τοῦτο ἔστιν διὰ τὸν ἄνθρωπον· κεκλεισμένον γὰρ κατὰ τοὺς ἤδη παρῳχηκότας καιροὺς ἤνοιξεν ἡμῖν τὸν οὐρανόν, ἵνα δι' ἡμᾶς ἄνω τε καὶ κάτω θέοντες ὑπουργοί τινες εἶεν τῆς εἰς ἡμᾶς τελουμένης οἰκονομίας διὰ Χριστοῦ. τοῦτο οὖν καὶ ὁ Παῦλός φησιν· "οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα" καὶ ἑξῆς. ταύτην ἔχει τὴν δήλωσιν καὶ τῶν ἐνυπνίων <τοῦ> προπάτορος ἡμῶν Ἰακὼβ ἡ δύναμις· τεθέαται, ὡς ἔφη, "τὴν κλίμακα" διήκουσαν ἀπὸ γῆς "εἰς τὸν οὐρανόν", οὐδὲν οἶμαι κατασημαίνοντος <τοῦ ὀνείρου> ἕτερον ἢ ὅτι κατὰ καιροὺς ἄνοδος τε καὶ κάθοδος ἔσται τοῖς ἁγίοις ἀγγέ λοις διὰ τὸν ἄνθρωπον ἐπιλάμποντα ἐν κόσμῳ μετὰ σαρκὸς τοῦ μονο γενοῦς. πάνδεινον οὖν ἄρα τοὺς τοσαύτης φροντίδος ἠξιωμένους παρὰ θεοῦ ὡς ἐπιστάτας καὶ παιδαγωγοὺς ἀγγέλους καταλαχεῖν ἐν τῷ μη δενὶ τετάχθαι λόγῳ καὶ τοῦτο παρ' ἡμῖν τοῖς ὁμοδούλοις καὶ ἀδελφοῖς. 215 Mt 18, 20 Ἐπειδὴ δίδωσι τοῖς τὸ διδάσκειν λαχοῦσιν ἐξουσίαν τοῦ λύειν καὶ δεσμεῖν ὁ Χριστὸς μὴ