ἀπήμων», καὶ τὸ «ἅδος τέ μιν ἵκετο θυμόν», ἀντὶ τοῦ κόρος, καὶ τὸ Ἅδωνις. καὶ τοῦτο γάρ, φησί, παρὰ τὸ ἥδω. τὸ μέντοι ἀδολέσχης ψιλοῖ. φασὶ δὲ καὶ τὸ ἁδράφαξυς δασύνεσθαι. Ἔστι δὲ εἶδος λαχάνου, τὸ κοινῶς χρυσολάχανον, ὅπερ ἡ πλείων χρῆσις διὰ τοῦ ˉτ ἀτράφαξυν λέγει, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ ἐν τῷ «ψευδατραφάξυος πλέα». [Σκοπητέον δ' ἐν τοῖς εἰρημένοις, εἰ καὶ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν, δασύνεται ἀπὸ τοῦ ἥδειν. δοκεῖ γὰρ καὶ αὐτὸ δασεῖαν ἔχειν, ὡς δηλοῖ καὶ ἡ αὐθάδεια, νοουμένη ὡς οἷον αὐτοαρέσκεια.] (ῃ. 203) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ ἔδμεναι ἄδην τὸ ἀδηφαγεῖν καὶ ὁ ἀδηφάγος ἐπενοήθη παρὰ τοῖς ὕστερον, καὶ ὅτι καθὰ τὸ ἐρέπτεσθαι, ἀφ' οὗ μεταφορικῶς παρῆκται τὸ ἐρείπτω καὶ ἀνερείπτω, οὕτω καὶ τὸ φέρβω 2.57 ἐπὶ ἀλόγων, ὡς καὶ τὸ ἔδειν, καθὰ εἴρηται. διὸ καὶ φορβάδες ἵπποι κοινότερον ἀπ' αὐτοῦ, καὶ φορβή ἡ τούτων τροφή, [ἐπεὶ καὶ φορβὰς γῆ παρὰ τῷ Σοφοκλεῖ, καὶ φορβὰς δὲ γυνή κωμικῶς ἡ πολλοῖς ὁμιλοῦσα τροφῆς χάριν.] Προϋπάρχει δέ, ὥσπερ τοῦ φερεσβίου τὸ φέρειν βίον, κατὰ τὸ «ῥᾷστα τὸν βίον φέρει», οὕτω καὶ τοῦ φέρβειν. ζῳογόνον γὰρ ἡ φορβή, ὡς προσφερὴς καὶ αὐτὴ τῷ βίῳ, ἧς παράγωγον κατά τινας καὶ ἡ φορβειά, ἤγουν τὸ καὶ περιστόμιον καὶ στόμιον, Ῥωμαϊκῶς δὲ εἰπεῖν καπίστριον, ἵνα ᾖ, ὥσπερ ἀρή ἡ ἀπειλή καὶ ἐπενθέσει τῆς ˉεˉι διφθόγγου ἀρειή, οὕτω καὶ φορβή φορβειά, ὅθεν καὶ ὁ παρὰ τῷ Κωμικῷ ἐμπεφορβειωμένος. οὐ χρὴ δὲ ἀγνοεῖν ὅτι τὴν φορβειὰν οἱ παλαιοὶ καὶ παρὰ τὸ φέρειν βίᾳ φασίν. Ὀξύνεται δὲ ἡ φορβή κανόνι τοιούτῳ· τὰ εἰς ˉη λήγοντα θηλυκὰ μετὰ συμφώνου, τῷ ˉο παραληγόμενα, ὀξύνεται, ἐὰν ἀπὸ ῥήματος γίνεται τῷ ˉε μόνῳ παραληγομένου, οἷον στρέφω στροφή, τρέπω τροπή, τρέφω τροφή, ῥοπή, σπονδή, νομή, ὁλκή, πλοκή. οὕτω καὶ φορβή. Τὸ πόρπη παρὰ τὸ πείρω γίνεται, ὅπερ οὐ μόνῳ τῷ ˉε παραλήγεται. διὸ καὶ βαρύνεται. (ῃ. 204) Ὅτι τὸν πεζὸν ἀντιδιαστέλλων τῷ ἱππότῃ φησὶν «ὣς λίπον», τοὺς ἵππους δηλαδή, «ἀτὰρ πεζὸς εἰς Ἴλιον ἦλθον». Καὶ ἀλλαχοῦ «πεζοί θ' ἱππῆές τε». Ὅτε μέντοι εἴποι τὸν Ἀχιλλέα νηυσὶ μὲν τόσας πόλεις ἑλεῖν, πεζὸν δὲ τόσας, τότε τῷ πλέοντι ἀντιδιαστέλλει τὸν πεζόν. Ἔστι γὰρ καὶ ἡ ναῦς ἅρμα οἷον θαλάσσης, μᾶλλον δὲ ἁλὸς ἵππος, ὡς ἐν Ὀδυσσείᾳ λέγεται. (ῃ. 205) Ὅτι ἀχρηστίαν τόξου κατηγορεῖ τὸ «τόξοισι πίσυνος, τὰ δέ μ' οὐκ ἂρ ἔμελλεν 2.58 ὀνήσειν». Ἐκ τοῦ πείθω δὲ ὁ πίσυνος, γράφεται δὲ διὰ τοῦ ˉι, ὃν λόγον καὶ ὁ θίασος, ἐκ τοῦ θειάζω γεγονώς, ἔτι δὲ καὶ ὁ πιθανός, ἐκ τοῦ πείθω παραχθείς. Συρακουσίων δέ, φασί, γλώσσης ὁ πίσυνος. (ῃ. 207) Ὅτι σύντομος παρίσωσις καὶ ἐνταῦθα τὸ «Τυδείδης τε καὶ Ἀτρείδης», ὡς καὶ πρὸ μικροῦ τὸ «ζώοντε μάχης ἐκνοστήσαντε». τοιοῦτον καὶ μετ' ὀλίγα τὸ «οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι», καὶ τὸ «φράζεο καὶ χάζεο», καὶ τὸ «ἐς δ' ὄχεα φλόγεα». (ῃ. 208) Ὅτι ἀτρεκὲς αἷμα τὸ ἀληθὲς καὶ μὴ ψεῦδον τὴν ὄψιν κατὰ τὰ ἐρυθροβαφῆ, ἃ φορήματα ἦσαν Λακώνων, ἐπικρύπτοντα τὴν ἐν πολέμῳ ῥύσιν τοῦ αἵματος. Χρῆσις δὲ αὐτοῦ τὸ «ἀτρεκὲς αἷμ' ἔσσευα», ὅ ἐστιν ἐκίνησα, «βαλών, ἤγειρα δὲ μᾶλλον», ἤτοι ἠρέθισα, παρώξυνα. (ῃ. 200 ετ 211) Ὅτι ὥσπερ ἀλλαχοῦ τὸ ἀνάσσειν δοτικῇ συνέταξεν, οἷον «πάντεσσι δ' ἀνάσσειν», οὕτως ἐνταῦθα τὸ ἄρχειν καὶ τὸ ἡγεῖσθαι. Φησὶ γὰρ «ἀρχεύειν Τρώεσσι», καὶ «ἡγεόμην Τρώεσσι φέρων χάριν» καὶ ἑξῆς. Ἔνθα ὅρα ὡς ταὐτόν ἐστιν εἰπεῖν χάριν καὶ ἦρα καὶ ἐπίηρα. ὃ γοῦν ἐν ἄλλοις εἶπεν «ἦρα φέρων» καὶ «μητρὶ φίλῃ ἐπίηρα φέρων», ἐνταῦθα οὕτω φράζει «φέρων χάριν Ἕκτορι δίῳ». Ἐν δὲ τῷ «ἡγεόμην Τρώεσσι» λέγοι ἄν, ὡς καὶ προδεδήλωται, Τρῶας τοὺς ἐν τῇ μικρᾷ Λυκίᾳ. (ῃ. 210) Κεῖται δ' ἐνταῦθα καὶ Ἴλιος ἐρατεινή, καθά που καὶ Λακεδαίμων. Ἔστι δὲἐν τῷ χωρίῳ τούτῳ μαθεῖν καὶ ὅτι ἀφεὶς ὁ Πάνδαρος ἑαυτὸν μέμφεσθαι κατὰ τῶν τόξων τρέπει τὴν ὀργήν, βαρβαρικῶς θυμομαχῶν κατὰ τῶν οὐδὲν αἰτίων. (ῃ. 209-211) Καί φησιν, ὅτι κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην, ὅτε εἰς Ἴλιον Τρώεσσιν ἡγεόμην. (ῃ. 212- 6) Καὶ τῷ ∆ιῒ μὲν ἀνασχεῖν οὐδὲ νῦν ἐθέλει χεῖρας, ὡς ὁ Αἰνείας παρῄνεσεν, ἀπειλεῖται δὲ τοῖς τόξοις δύο ποινάς, κλάσιν τε καὶ καῦσιν, λέγων ὡς «εἰ νοστήσω