βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀντιπαρετάξαντο. Περὶ ὧν καὶ γέγραπται, ὅτι "Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν," καὶ τὰ ἑξῆς. ̣8 ̣ Περὶ τούτων μέν τοι καὶ Θεοδώρητος τάδε φησίν· "Εἰ τοίνυν Ἕλληνες ἀνέγνωσαν ἀκριβῶς τὰς Ἑλληνικὰς ἱστορίας, ἔγνωσαν δήπουθεν ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρ' Ἐβραίοις ἐπαιδεύθησαν Ἕλληνες· γεωμετρίαν γὰρ Αἰγυπτίους εὑρηκέναι φασὶν, ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται, Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπίαν ἐπενόησαν εἶναι"· καὶ πρῶτοι θύειν θεοῖς, Χαλ δαῖοι δὲ ἐξεῦρον ἤτοι Κύπριοι, διαφοροῦνται γὰρ ἔθνος Περσικὸν ὑπάρχοντες ̣4a ̣· τὴν δὲ ἀστρονομίαν ἐφευρηκέναι πρῶτοι Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν δεύτεροι παρειλήφασιν Αἰγύπτιοι, τὴν γεωμε τρίαν ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες· καὶ εἶθ' οὕτω γράψαντες, ἕτεροι μετέλαβον. ̣9 ̣ Τὴν δὲ 53 μαγείαν καὶ γοη τείαν καὶ φαρμακείαν Μῆδοι μὲν ἐφεῦρον καὶ Πέρσαι, διαφέρουσι δὲ πρὸς ἀλλήλους· ἡ μὲν γὰρ μαγεία ἐπίκλησίς ἐστι δαιμόνων, ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ σύστασίν τινος, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου 110.120 τοῦ Τυανέως θεσπίσματα δι' ἀγαθῶν γεγόνασιν· ἡ δὲ γοητεία ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους τελουμένη ἐπὶ κακοῦ τινος σύστασιν· ὅθεν καὶ γοητεία κέκληται ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων· φαρμα κεία δὲ ὅταν διά τινος σκευασίας θανατοφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στόματος. ̣10 ̣ Ὁμοίως δὲ καὶ τῆς οἰωνικῆς τὸ μέν ἐστι ὀρνεοσκοπικὸν, τὸ δὲ οἰκοσκοπικὸν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκοπικὸν, τὸ δὲ παλματαῖον. Καὶ ὀρνεοσκοπικὸν μέν ἐστι, ὅταν, πετομένου τοῦδε ἢ τοῦδε ὄρνιθος ἔμπροσθεν ἢ ὄπισθεν, ἢ δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴπωσι· "Τόδε ἢ τόδε συμβαίνει"· περὶ δὲ ἁλματικὸν τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον, οἷον ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς, ἢ ὁ ὦμος, ἢ μηρὸς, ἢ κνημὶς, ἢ κνισμὸς ἐν τῷ ποδὶ γέγονεν, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, "Τὸ δὲ, φησὶ, συμβαίνει ἢ συμβήσεται·" οἰκοσκοπικὸν δὲ, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα εἴπῃ τις· "Τόδε συμ βαίνει"· οἷον ἐν τῇ στέγῃ φανεῖ γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκκενωθῇ ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ τέφρα, ἢ τρισμὸς γένηται ξύλου ἢ ἄλλο τι· "Τόδε προμη νύει"· ἐνόδιον δὲ, ὅταν ἐξηγήσεταί τις τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα λέγων· "Ἐάν σοι ὑπαντήσει τοιοῦτος ἄνθρωπος ἢ τόδε βαστάζων, τόδε σοι συμβήσεται·" χειροσκοπικὸν δὲ, ὅταν διὰ τῆς ἐκτάσεως τῶν χει ρῶν διατεινόμενοι εἴπωσι· "Τόδε αὐτῷ γενή σεται." ̣11 ̣ Καὶ τὰ μὲν γράμματα Φοίνικας εὐρηκέναι φασὶν Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρὸς τὴν Ἐλλάδα κομίσαι, ἰατρικῆς δὲ τὸν Αἰγύπτιον Ἆπιν ἔλεξαν ἄρξαι καὶ τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην, ὧν πάντων Ἑβραῖοι προγενέστεροι. ̣12 ̣ Οὕτω καὶ περὶ τῶν δογμάτων διαφερόμενοι δια φόρως ἐδογμάτισαν. Οἱ μὲν γὰρ τὰ ὁρώμενα γε νητὰ, οἱ δὲ ἀγένητα καὶ ἐκ ταὐτομάτων γενέσθαι· καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον ἔφασαν. Ἀναξαγόρας γὰρ καὶ Πυθαγόρας, εἰς Αἴ γυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων 54 αὐτόθι σοφοῖς προσομιλήσαντες, τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὥσπερ δὴ μετὰ ταῦτα καὶ Πλάτων ἐμυήθη μᾶλλον, καθὼς ἐν τοῖς Παραλ λήλοις ἔφη Πλούταρχος. ̣12 ̣ Οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τῶν ἄλλων τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν, καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· ἅτε οὖν ὁρῶντες αὐτοὺς ἰόντας δρόμῳ καὶ θέοντας, θεοὺς αὐτοὺς ἐκ τοῦ θέειν ἀνηγόρευσάν τε καὶ ἔθυσαν. Καὶ τὸ μὲν 110.121 πῦρ Ἥφαιστον, ∆ήμητραν δὲ τὴν γῆν, καὶ τὴν ὑγρὰν οὐσίαν Ὠκεανὸν ἐπέθεσαν· καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καὶ Ἔρωτα κεκλήκασιν, Ἄρεα δὲ τὸν θυμὸν, καὶ τὴν μέθην ∆ιόνυσον, τὴν δὲ κλοπὴν Ἑρμῆν, καὶ τὴν φρόνησιν Ἀθηνᾶν, καὶ πάλιν Ἥφαιστον τὰς τέχνας, ὡς πυρὶ συνεργὸν κεχρημένον· τοσοῦτον γὰρ ταῖς αἰσχραῖς ἐδουλώ θησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν εἰς τὰς μίξεις μανίαν θεὸν ὁμολογῆσαι καὶ θῦσαι. Μενδήσιοι δὲ τοῦτον διαφερόντως ἐτίμησαν, ὡς καὶ τοῖς