λέγειν; -ἀσχήμων μέχρι τοῦ σχήματος, καττιτερινὸς ἢ χολοβάφινος καὶ τὸ ὅλον ψευδόχρυσος, ἀλλ' ἐπειδὴ ἐντὸς τῶν δεινῶν ἐγεγόνει, ἐδόκει λέων ὁ πίθηκος καὶ Ἡρακλῆς ὁ Πυγμαῖος. ἀλλ' εἶχε τὴν χεῖρα κατήγορον, εἰ καὶ τῆς χειρὸς τὴν γλῶτταν ὑπέρμαχον. πάλιν γοῦν δικαστήριον καὶ γραφαὶ καὶ γλῶτται ῥητόρων βοηθοῦσαι τῷ κινδυνεύοντι καὶ χεῖρες κλέπτουσαι τὴν ἀλήθειαν. ἀλλὰ τί πρὸς τὸν τοῦ Πολέμωνος ῥοῖζον καὶ τὴν ∆ημοσθένους δεινότητα Αἰσχίνης καὶ Φιλοκράτης καὶ εἴ τις ἄλλος φωνεῖ πρὸς ὄρνιχα θεῖον, ὅ φησι Πίνδαρος; πᾶσι γὰρ σαυτὸν ἀντιστήσας καὶ κατατείνας, ὥσπερ ἐπὶ ζυγοῦ ὅλαις ὁλκαῖς ἑκατὸν τὴν τῆς ἀληθείας κατήνεγκας πλάστιγγα καὶ τὸν τοῦ ἀφανοῦς ἔλεγχον παρὰ θάτερον μέρος πεποίηκας. ἐπὶ τούτοις οἷα δὴ πλωτὴρ ἀφεικὼς τοὺς οἴακας ὁ κρινόμενος καὶ τῶν ἐλπίδων ἀπεγνωκώς, χειμάζεται μέν, οἷα εἰκός, καὶ τῷ πελάγει βαπτίζεται, ἐξαναδῦναι δὲ πειρωμένῳ οὐδεὶς ὑπεῖχε τὴν χεῖρα, οὐ μύστης, οὐ μυσταγωγός, οὐκ αὐτὸς ὁ μέγας ἀρχιερεύς, τῆς ἀρετῆς τὸ κεφάλαιον, ὅτι μὴ κατὰ νόμους ἐξῆν, ἀλλ' ἀντώθει ἐπεμβαίνων καὶ λὰξ ἐναλλόμενος. ἐπεὶ δὲ ἔδει που τρὶς ἀναπνεύσαντα ἐρυγεῖν τὴν ψυχήν, λιμὴν αὐτῷ φαίνῃ σωτήριος καὶ φρυκτὸς ἐν θαλάσσῃ. καὶ σῴζεις οὐκ ἀπὸ κήτους, ἀλλὰ πρὸς τῷ κήτει γενόμενος. καὶ ταῦτα πῶς; οὐ κρείττων τῶν νόμων γενόμενος, καίτοι καὶ τοῦτό σοι παρὰ τῶν νόμων ἐξῆν, οὐδὲ τῇ ἐξουσίᾳ καταχρησάμενος, ἀλλὰ μετὰ νόμου καὶ τὰς ψήφους θέμενος· ὡς ἄρα γε ἡ τῆς ἐννοίας ἐκείνης ἠχὼ ἔτι ἐμβομβεῖ μου ταῖς ἀκοαῖς καὶ τὰ ῥήματα οἷα κηρὸς ἐνεσφράγισται. τέσσαρα γὰρ τέλη τῆς δίκης ποιήσας, τὰ μὲν κύρια, τὰ δὲ ὅμοια, μείζονα καὶ ἐλάττονα, καὶ συγκρίνας θάτερον παρὰ θάτερον, εἶτα κατὰ τοὺς γεωμέτρας ἀνάλογα ταῦτα λαβών, εἶτ' αὖθις ἀναστρέψας καὶ ἐναλλάξας ὁμολογούμενον πεποίηκας τὸ ζητούμενον, καὶ οἷς ἑκὼν εἶναι τὸ ἔλαττον ἔσχες νενικηκώς, γεωμετρικός τε καὶ δίκαιος καὶ φιλάνθρωπος ἔδοξας. Εἶτα θαυμάζεται Θεμιστοκλῆς ὅτι ἀνέγνω τοῦ χρησμοῦ τὴν διάνοιαν, ξύλινον τεῖχος τὰς τριήρεις τῇ Ἀττικῇ θέμενος; καὶ πόσον τοῦτο μέρος τοῦ ἐμπνεῦσαι νεκροῖς καὶ ὀστέοις κατεψυγμένοις χαρίσασθαι κίνησιν, καὶ μεθ' οἵας τῆς ἐπιστήμης οὕτω μοι τοὺς νόμους οἱ ἐπὶ τῶν βημάτων ἀναγινώσκετε μετὰ Σωκρατικῆς κρίσεως καὶ γεωμετρικῆς ἀποδείξεως; πρὸς δὲ τὸν Θεμιστοκλέα ἐκεῖνο ἂν εἴποιμι, ὅτι "Σὺ μὲν μετὰ τὸν χρησμὸν ναυσὶ τὰς Ἀθήνας ἐτείχισας, ὁ δὲ ἐμὸς βασιλεὺς αὐτὸς ἑαυτῷ χρησμῳδήσας τὴν ὁμώνυμον πόλιν τείχεσι κρείττοσι φράγνυται, λόφους τινὰς ἢ νήσους κατὰ τῆς θαλάσσης ὥσπερ αὐτοματίσας, ὁποῖα δὴ ὑμεῖς οἱ περὶ τῆς ∆ήλου φατέ, ἔνθα διαβᾶσα τέτοκεν ἡ Λητώ. εἶπες ἂν ἰδών, εἶπερ μικρὸν ἦν σοι ἐξαναδῦναι τῆς γῆς κήτη ταῦτα θαλάσσης, οἷα τὸ Ἀτλαντικὸν ἐξογκοῖ πέλαγος, ἐκεῖθεν ἐνταῦθα διανηξάμενα." ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ χρησμοὶ ∆ελφικοὶ μετὰ τοῦ τριποδικοῦ ἐρρέτωσαν λέβητος. Ἐγὼ δὲ τῶν ἐφεξῆς ἕξομαι, ἐφοδεύων, ἀλλ' οὐκ ἐξοδεύων τὰ σὰ προτερήματα. οὐ γὰρ βούλει μόνον ἡμῖν τὰ κρείττονα, βασιλεῦ, ἀλλὰ καὶ προσμηχανᾷ, ὅπως ἂν παραυτὰ παραγένηται, οὐ πυραμίδας ἐγείρων οὐδ' Αἰγυπτίας ὀρύττων σύριγγας οὐδὲ τὴν Ῥώμην ἐπιχωννύων, ἵν' ὡς ἐκ μηχανῆς ἐπὶ τὸ ἄναντες ἀναχθείημεν, ἀλλὰ ποταμοὺς ἕλκων καὶ μετεωρίζων ὕδατα καὶ πελάγη συνάπτων, ἵν' ἡμῖν τὸν ἐν τῷ θέρει παραμυθήσῃς αὐχμὸν καὶ διψῶντα ποτίσῃς λαόν. ἐν δὲ τῷ βάθει τῆς γῆς τὸ ὕδωρ παφλάζει στενοχωρούμενον καὶ τὴν ἔκρηξιν ὑπισχνούμενον. διὰ ταῦτα ἀναπνοὰς τούτῳ κατένειμας, ἀφ' ὧν δὴ ὥσπερ ἐκ πιέσματος ἐκπυρρηνιζόμενον καὶ εἰς ὕψος ἀκοντιζόμενον ψύχει τε τὸν ἀέρα καὶ ὥσπερ ἐκ νεφῶν κατιέναι δοκεῖ καινὸς οὗτος ὄμβρος κάτωθεν ἔχων τὰς ἀφορμάς. ἀλλὰ καινὰ ταῦτα καὶ Ἀρχιμήδεια, σὺ δέ μοι καὶ τἆλλα κατανοῶν θαύμαζε, τείχη νεάζοντα ἢ πρώτως νῦν ἐγειρόμενα, πόλεις ὅλας ἐφ' ἡμέρας οἰκοδομουμένας μιᾶς, οὐ πλίνθοις ὀπταῖς ὥσπερ ἡ Περσὶς Κτησιφῶν τὸ θρυλλούμενον φρούριον, ἀλλ' ἀρραγέσι