ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ' ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. Πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. Εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι <ἐκείνην>-εἴρηται γὰρ πρὸς τὴν αἱμορ ροοῦσαν· «ἡ πίστις σου σέσωκέ σε»-, καὶ αὐτὸς ἐπιστήσεις. 11.8 Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαί νουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν (15, 1. 2[-9]). Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες· ∆ιὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. Πότε οὖν τότε, κατανοητέον. Ἡνίκα «διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ» τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ' οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ' «ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας καὶ παρεκάλουν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν», τηνικάδε προσῆλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ καταπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἂν «μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ» ἁψαμένους, φιλαιτίως δὲ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. Καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἂν προσή νεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων, εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ. Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον· οὐ γὰρ πρὸ τοῦ παθεῖν «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου» ὁ ἐν τῷ παθεῖν ὑπὲρ ἀνθρώπων «γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Ἀλλ' ὡσπερεὶ καθηκόντως καὶ Παῦλος «τοῖς Ἰουδαίοις Ἰουδαῖος» ἐγένετο, «ἵνα Ἰουδαίους κερδήσῃ»,τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι; Πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ περὶ μὲν ἐντολῆς θεοῦ μηδὲν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δὲ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. Καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ' αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν προσάγουσι τὸ ἔγκλημα, τῷ μὲν δοκεῖν κατὰ τῶν μαθητῶν, τὸ δ' ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρού μενοι· ὅ<τι> καὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον πρὸς εὐσέβειαν. Ὤιοντο γὰρ κοινὰς μὲν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δὲ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, <ἀλλ'> ἀνάλογον τῷ κατὰ τὸ γράμμα Μωσέως νόμῳ. Ἡμεῖς δὲ οὐ κατὰ τὴν τῶν παρ' ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρώμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὓς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ «τρεῖς ἄρτους»· «κοιναῖς» γὰρ καὶ «ἀνίπτοις» καὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν. 11.9 Ὁ δὲ