25
δευτέρας. Τὰ δὲ περὶ τῶν εἰδώλων ἐπιφερόμενα, περὶ τῆς πρώτης, ἀφ' ἧς τὰ εἴδωλα, ξύλα καὶ λίθοι νομίζεται. Σταυροῦ δὲ καὶ θέαν καὶ τοὔνομα φεύγουσι δαίμονες. Οὐκ ἀπᾴδει δὲ παντελῶς οὐδὲ τῆς δευτέρας ὁ λόγος, ἥτις πρὸς τὴν τελείαν τῆς ἀσεβείας ἴδοι καθαίρεσιν. Εἴδωλα δὲ, καὶ τὰς ἐντυπωθείσας περὶ ψευδῶν δογμάτων φαντασίας ἐλέγομεν. Τοῦ τοίνυν ἀληθινοῦ φανέντος φωτὸς, ἕκαστος τῶν ἰδίων δογμάτων κατεγνωκὼς, ἐξαφανίσαι ταῦτα σπουδάσει ἐν οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐτὰ, ὁρῶν ἐκ τῆς ἐνεργείας τὰ φοβερὰ τοῦ Θεοῦ θραύοντος τὰ ὑλικά τε καὶ γήϊνα πρὸς τὴν τῶν πνευματικῶν ἤδη φανέρωσιν, καὶ ὡς δεῖ, ἐξαφανισθῆναι τοῦ χοϊκοῦ τὴν εἰκόνα, ἵνα ἡ τοῦ ἐπ' οὐρανίου ἀναφανῇ. Ἀλλ' οἱ τὸ πρῶτον τὰ εἴδωλα κατακρύψαντες, ὕστερον ἐκβάλλουσιν. ∆εῖ γὰρ πρῶτον ἐπαισχυνθῆναι τῷ ψεύδει, εἶτα καὶ ἐκβαλεῖν τῆς καρδίας, Καὶ ἀργυρᾶ μὲν εἴδωλα, τὰ λόγοις πιθανοῖς ψευδῆ συγκείμενα δόγματα. Χρυσᾶ δὲ, οἱ ἐν τῇ διανοίᾳ περὶ τοῦ ψευδοῦς ἐναποκείμενοι. Προσκυνεῖ δὲ τὰς νυκτερίδας ὁ τὴν τῶν δαιμόνων τὴν δύναμιν συγγενῆ οὖσαν τῷ σκότῳ θεοποιῶν· ὧν τις παυσάμενος εἰς τὰς τρώγλας εἰσελθεῖν τῆς στερεᾶς πέτρας ζητήσειεν. Μόναι δὲ αὗται κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως διαιρούμεναι. Σχισμαὶ δὲ πετρῶν, τοῦ σώματος αὐτοῦ τὸ πάθος σημαίνουσιν, ᾧ προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι τῇ σκέπῃ πάντες εὔχονται διαπαντὸς οἱ σωζόμενοι· κατὰ δὲ τὸν ῥητὸν, γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνεται σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς καὶ σώζειν τοὺς προσκυνουμένους ἐπείγονται, τὸ τούτων ἀδρανὲς οἷς ποιοῦσι σημαίνοντες, μὴ σὺν αὐτοῖς αἰχμάλωτοι τοῖς πολεμίοις γενήσονται. Οὐδὲν γὰρ ἀπώναντο τῶν εἰδώλων οἱ ταῦτα κατασκευάσαντες. Καὶ τάχα που ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἐμφιλοχωρεῖ γὰρ τοῖς ἀφεγγέσι τόποις τὸ ζῶον, οὓς δὴ καὶ δυσωδίας πληροῖ. Ἀναλογίσονται τοίνυν 1893 ὅτι δὴ μᾶλλον νυκτερίσι προσεκύνουν τοῖς εἰδώλοις ἐμφωλευούσαις αἴσθησιν ἐχούσαις τοῖς τούτων καταγωγίοις ἀναισθήτοις ὑπάρχουσιν. Συγκατορύττεσθαι δὲ τοῖς ἑαυτῶν θεοῖς ἐσπουδάκασιν, ἀλλ' οὐ μετὰ Θεοῦ τῶν ὅλων ὄντες ἐκρύπτοντο, ἀλλ' ὁ Φαραὼ διώκων κατεποντίζετο. Ἀλλ' οὐδὲ Ῥαψάκου ταῖς ἀπειλαῖς μανέντος ὁ Θεὸς ἀπεκρύπτετο τὸν ἀσεβῆ τιμωρούμενος. ΚΕΦΑΛ. Γʹ. αιαʹ. 9Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαββαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. Γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν9, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἡμέρας τῆς ἐκδικήσεως, νῦν ἐξ ἑτέρας ἀρχῆς ἀφαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὐ δι' εἰδωλολατρείαν εἰπὼν, οὐ δι' ἄλλας ἀφαιρεθήσεσθαι πράξεις, διὰ δὲ τὴν βουλὴν, ἣν κατὰ τοῦ δικαίου, φησὶν, ἐβουλεύσαντο. Τοὺς προφήτας γὰρ ἀποκτείναντες, τέλος καὶ τῷ ∆εσπότῃ πάντων ἀσεβῶς ἐπεμάνησαν, τὸν ἀρχηγὸν τῆς ζωῆς, ὅσον ἧκεν εἰς αὐτοὺς, ἀποκτείναντες, ἀφαιρεῖ δὲ πρῶτον ἰσχύοντα καὶ ἰσχύουσαν, κατὰ δὲ Ἀκύλαν, ἔρεισμα καὶ ἐρεισμόν. Κατὰ δὲ τὸν Σύμμαχον, Στήριγμα καὶ στηριγμὸν, δηλῶν, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, τοὺς κατὰ Θεὸν διαπρέποντας, οὓς καλεῖ στύλους καὶ ἑδραιώματα. Τοιούτους γὰρ εἶχεν καὶ ὁ πάλαι λαὸς ἰσχύεν δὲ καὶ ὁ θείᾳ ῥοπῇ κρατῶν τῶν παθῶν. Τοιοῦτος δὲ νῦν παρ' Ἰουδαίοις οὐδείς. Οὐ γὰρ δύνανται λέγειν, "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Ἠσθένησαν γὰρ τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ. Ὁ γὰρ μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἰσχὺν, οὐκ ἔχει. Ἰσχύν τε ἄρτου, φησὶ, καὶ ἰσχὺν ὕδατος. Οὐκ ἄρτον οὔτε ὕδωρ ἁπλῶς, ἀλλ' ἰσχὺν ὃ δὴ προφήτης ἄλλος ἡρμήνευσεν εἰπών· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐ δὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου," ὧν νομίζουσι μεταλαμβάνειν ἐν τῷ διέρχεσθαι τὰς θείας Γραφὰς, φιλοκαλεῖν τε τὴν τούτων ἐκμάθησιν, οὐκ ἔχοντες τὴν τῶν θρεπτικῶν λόγων ἰσχὺν, καὶ πηγῆς τῆς ζωοποιοῦ. Ἄρτου δὲ περὶ οὗ φησιν ὁ ∆αβὶδ, "Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς." Καὶ ὑδάτων περὶ