πρὸς τὸν εὐλαβῆ καὶ διορατικὸν τοῦτον μοναχὸν εἶπον ὅτι καὶ ἡμεῖς λειτουργοῦντες μετ' αὐτοῦ οὐδέποτε ἠκούσαμεν αὐτοῦ εὐχὴν λαλοῦντος ἀλλὰ τῶν θύραθεν ποιητῶν ὑποψιθυρίζοντος ῥήματα· τὸ δὲ χαλεπώτερον, ὅτι καὶ ὑποκάτω τῆς θείας καὶ ἁγίας τραπέζης ἐμεῖ δυσωδέστατον ἐμετόν. (34) καὶ διηγήσατο ἡμῖν Ἰωάννης ὁ ἡσυχαστής, ἀνὴρ θεοφόρος καὶ προορατικὸς ἀληθές, ὅτι ἐν τῷ σπηλαίῳ ποτὲ σφοδρῶς καθεζομένου μου δύο τινὲς ἡγούμενοι Εὐθύμιος καὶ Ἰωσὴφ ὑπὸ Φωτίου σφοδρῶς διωκόμενοι παρέβαλον πρός με· καὶ καθὼς ἔδωκεν ὁ θεός, ἐστήριξα αὐτούς, καὶ τελευταῖον εἰπὼν "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται" ἀπέλυσα αὐτούς. τῇ δὲ ἐπιούσῃ νυκτὶ πρὸ τοῦ ἀφυπνῶσαί με παρέστη μοι Αἰθίοψ μέγας καὶ ἀπευκτὸς καὶ ἰδεῖν φρικτός, ὃς ἥπλωσε κρατῆσαι τοῦ λαιμοῦ μου πρὸς τὸ ἀποπνῖξαί με. εὐθὺς δὲ ἐγὼ τὸν τύπον τοῦ σταυροῦ ποιήσας καὶ θαρρήσας ἐκράτησα αὐτὸν ἀπὸ τῆς χειρός, καὶ "τίς εἶ σὺ" λέγων, "καὶ τί τὸ ὄνομά σου, καὶ τίς ὁ ἀποστείλας σε ἐνταῦθα, καὶ δι' ἣν αἰτίαν." αὐτὸν δὲ ἀποκριθέντα εἰπεῖν "ἐγώ εἰμι ὁ δυνατὸς μὲν τοῦ Βελίαρ, ὑπουργὸς δὲ Φωτίου· ὄνομα δέ 673 μοι Λεβούφας. συνεργὸς γοήτων καὶ φαρμακῶν, ὁδηγὸς μοιχῶν καὶ λῃστῶν, φίλος δὲ Ἑλλήνων καὶ τοῦ ἐμοῦ ἐν κρυπτῷ θεράποντος Φωτίου. ἀπέστειλε δέ με ὁ ἐξουσιάζων με εἰς ἐκδίκησιν αὐτοῦ διὰ τὰς χθὲς κατ' αὐτοῦ ἀτιμίας, τοῦ περιεργάσεσθαί σε, ὅπως μεταμεληθεὶς ἀποδέξῃ αὐτὸν καὶ ἀλλοτριωθῇς τοῦ θεοῦ, καθὼς καὶ ἄλλοις τοῦτο πεποίηκεν πολλοῖς. ἀλλὰ σύ με τῷ ὅπλῳ τοῦ σταυροῦ ἀνίσχυρον ἔδειξας." τότε ἐγὼ κατήργησα αὐτὸν τῷ τιμίῳ σταυρῷ, καὶ ἄφαντος ἐγένετο. 35. Ἐν μιᾷ νυκτὶ συνέβη γενέσθαι σεισμοὶ μεγάλοι· καὶ αὐτὸς ὁ Φώτιος ἀναβὰς ἐπὶ τοῦ ἄμβωνος δημηγορῆσαι εἶπεν ὅτι οἱ σεισμοὶ οὐκ ἐκ πλήθους ἁμαρτιῶν ἀλλ' ἐκ πλησμονῆς ὕδατος γίνονται, καὶ ἕκαστος ἄνθρωπος δύο ψυχὰς ἔχει, καὶ ἡ μὲν μία ἁμαρτάνει, ἡ δὲ ἑτέρα οὐχ ἁμαρτάνει. τούτων ἀκούσας ὁ πρωτοασηκρῆτις καὶ ἀπελθὼν εἶπεν τῷ βασιλεῖ ὅτι οἱ δοῦλοι ἡμῶν ἀναγκάζουσιν ἡμᾶς, λέγοντες ὡς ἡμεῖς ἠλπίζομεν μίαν ψυχὴν ἔχειν, καὶ ἐλαμβάνομεν ἑκάστῳ μηνὶ ἀνὰ μοδίους δύο· νῦν δέ, ὡς διδάσκει ἀναφανδὸν ὁ πατριάρχης, δύο ψυχὰς ἔχει ἕκαστος, καὶ δεῖ ἄλλους δύο μοδίους προσθεῖναι ἡμῖν. καὶ ὁ βασιλεὺς γελάσας εἶπεν "οὕτως δογματίζει ὁ Χαζαροπρόσωπος;" προσκαλεῖται οὖν εὐθὺς τὸν πατριάρχην, καὶ πυνθάνεται ὡς δῆθεν θυμούμενος "οὕτως δογματίζεις, ὦ μαρζούκα, δύο τὸν ἄνθρωπον ἔχειν ψυχάς;" ὁ δὲ ταῖς πιθανολογίαις δολερῶς τοῦτον ὑπεισελθὼν 674 ἔπεισεν ὡς περὶ ἄλλων ὑποθέσεων εἰπεῖν, οὐχὶ δὲ οὕτως. τούτῳ Γρηγόριος ὁ Συρακούσης ἠρώτησε "τί τὸ μαρζούκας σημαίνει;" ὁ δὲ εἶπεν "τὸ μάρ κύων, τὸ ζού σῦρε, τὸ κάς κάσσυμα· τουτέστι κύων ἕλκων δέρμα." 36. Ἐργαστηριακὸς δέ τις, ὡς οἱ ἰδόντες καὶ ἀκούσαντες ἐβεβαίωσαν, εἰς τὰς Σοφίας τὴν οἴκησιν ἔχων, ἐπὶ πολλαῖς ταῖς ἡμέραις ψυχορραγῶν καὶ τὴν γλῶτταν καὶ τὰ χείλη καὶ τὰς χεῖρας ἐσθίων ἀποψῦξαι οὐκ ἠδύνατο. μικρὸν δὲ ἀνασφήλας εἶπεν "γινώσκετε, ἀδελφοί, ὅτι ὁ πατριάρχης Φώτιος ἐδίδαξέ με μὴ κοινωνεῖν νῆστις. διὸ καὶ ἃ βλέπετε πανθάνω, καὶ ἀποθανεῖν οὐ δύναμαι." καὶ ταῦτα εἰπὼν ἐξέψυξεν. καὶ ταῦτα μὲν περὶ Φωτίου. 37. Τῷ θʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, τὸν Ὀρύφαν ὕπαρχον ἐν τῇ πόλει καταλιπών· ὃς καὶ τὸν βασιλέα ἤδη τὸ Μαυροπόταμον καταλαβόντα δηλοῖ τὴν τῶν Ῥῶς ἄφιξιν, πλοίων οὖσαν διακοσίων. ὁ δὲ βασιλεὺς εὐθὺς ὑποστρέφει, μηδὲν ὅλως ἐργασάμενος. 38. Τῷ ιʹ αὐτοῦ ἔτει οἱ Ῥῶς ἔνδοθεν τοῦ Ἱεροῦ φθάσαντες πολὺν εἰργάσαντο φόνον. περικυκλοῦσιν οὖν τὴν πόλιν· καὶ τοῦ βασιλέως μόλις διαπερᾶσαι ἰσχύσαντος, εὐθὺς σὺν τῷ πατριάρχῃ Φωτίῳ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν καταλαμβάνουσι, καὶ μεθ' ὑμνῳδιῶν τὸ ἅγιον τῆς θεοτόκου ἐξαγαγόντες μαφόριον τῇ θαλάσσῃ ἄκρως προσέβαψαν· καὶ νηνεμίας οὔσης 675 εὐθὺς ἀνέμων ἐπιφοραὶ καὶ τῆς θαλάσσης ἠρεμούσης κυμάτων ἐπαναστάσεις ἀλλεπάλληλοι ἐγεγόνεισαν, καὶ τὰ τῶν ἀθέων Ῥῶς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. 39. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ