De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
καταφράκτων, ἅπαντες δὲ αὐτῶν ἀπὸ σαγίων ἀληθινῶν. Ἱππεύουσι δὲ ὡσαύτως καὶ οἱ σπαθαροκανδιδάτοι ἅμα τοῖς σπαθαρίοις, ἱππεύουσι δὲ ἐφ' ἵππων ἐστολισμένων, ὡς προείρηται, περιβεβλημένοι σπαθία, κρατοῦντες σκουτάριά τε καὶ διστράλια, ἀλλ' οἱ μὲν σπαθαροκανδιδάτοι φοροῦσι καὶ μανιάκια, διέρχονται δὲ ἀμφότεροι αὐτῶν ἐν τοῖς πλαγίοις τῶν πατρικίων ἔνθεν κἀκεῖσε. Οἱ δὲ σπαθαροκουβικουλάριοι ἀπὸ καμισίου φοροῦντες τὰ σπαθία, κατέχουσιν ἐν ταῖς χερσὶ διστράλια καὶ διέρχονται καὶ αὐτοὶ ἔφιπποι πλησίον τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε. Ὁ δὲ τῆς καταστάσεως ἀπὸ σαγίου ἀληθινοῦ διέρχεται ἔμπροσθεν τοῦ βασιλέως πεζὸς μετὰ καὶ σιλεντιαρίων πεζῶν, ὁμοίως καὶ αὐτοὶ ἀπὸ σαγίων ἀληθινῶν, βαστάζοντες καὶ βεργία χρυσᾶ διάλιθα, ὁ δὲ πρωτοστράτωρ καὶ ὁ κόμης τοῦ στάβλου ἔνθεν κἀκεῖσε τοῦ βασιλέως, οἱ δὲ στράτορες πέριξ, ἀμφότεροι δὲ αὐτῶν πεζοί. Κανδιδάτοι δὲ καὶ σκρίβονες καὶ μανδάτορες βασιλικοὶ δηριγεύουσιν ἔμπροσθεν τοῦ βασιλέως ἠλλαγμένοι πεζοὶ, κατὰ τὴν αὐτῶν τάξιν, οἱ δὲ κούρσορες καὶ δεκανοὶ δηριγεύουσιν ἔμπροσθεν τοῦ βασιλέως πεζοὶ, κατὰ τάξιν. ∆ηριγεύουσι δὲ καὶ στράτορες πεζοὶ μετὰ σκουταρίων, κατέχοντες ἐν ταῖς χερσὶ κλάδους δαφνῶν, καὶ οὗτοι μὲν δηριγεύουσιν ἔμπροσθεν, ὄπισθεν δὲ διέρχονται ἔφιπποι πρωτοσπαθάριοι εὐνοῦχοι, περιβεβλημένοι σπέκια ἀληθινὰ χρυσόκλαβα καὶ σπαθία, κατέχουσι δὲ καὶ τὰ σπαθοβάκλια αὐτῶν, ἐπικείμενα τοῖς αὐτῶν ὤμοις· οἱ δὲ ἵπποι αὐτῶν ἐστολισμένοι ἀπὸ καταφράκτων. 1.74 Πλησίον δὲ τῶν αὐτῶν πρωτοσπαθαρίων εὐνούχων ὁ λογοθέτης τοῦ δρόμου, περιβεβλημένος σαγίον ἀληθινόν, ἐφ' ἵππου ἐστολισμένου, ἀπὸ δὲ αὐτῶν πρωτοσπαθάριοι βαρβάτοι, περιβεβλημένοι σπέκια, κατέχοντες σπαθοβάκλια ἐπικείμενα τοῖς ὤμοις αὐτῶν, ὁμοίως καὶ αὐτοὶ ἐφ' ἵππων ἐστολισμένων· εἶθ' οὕτως κουβικουλάριοι ἔφιπποι, ὁ δὲ δρουγγάριος τῆς βίγλης καὶ οἱ μαγλαβίται μετὰ τῶν λοιπῶν οἰκειακῶν τῶν μὴ πεζευόντων, τοποτηρητῶν τῶν ταγμάτων καὶ κομήτων, διέρχονται ἀπὸ διαστήματος, κρατοῦντες τῶν ὄπισθεν προέλευσιν κατὰ τὴν αὐτῶν τάξιν, ὄπισθεν δὲ αὐτῶν ὁ τοποτηρητὴς τοῦ Ἀριθμοῦ, κρατῶν τὰ πλήθη τῶν λαῶν πρὸς τὸ μὴ συγχυθῆναι αὐτοὺς ἐν τῇ προελεύσει. ∆ηριγευόμενος ὑπὸ τῶν προειρημένων πάντων, ὁ βασιλεὺς διέρχεται μέχρι τῶν μαρμαρίνων λεόντων, καὶ δέχεται αὐτὸν ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, αὐτὸς δὲ ὁ δημοκράτης κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως ἀπέρχεται, καὶ προσκυνήσας τοὺς πόδας τοῦ βασιλέως ἀσπάζεται αὐτοὺς [καὶ ἐπιδίδωσιν αὐτῷ τὸ λιβελλάριον·] ὁ δὲ βασιλεὺς δεξάμενος αὐτὸν, ἐπιδίδωσιν αὐτὸν τῷ κόμητι τοῦ στάβλου, ὁ δὲ δημοκράτης στὰς πάλιν ἐν τῇ αὐτῇ στάσει, τοῦ μέρους ἀκτολογοῦντος, κατασφραγίζει τὸν βασιλέα. Τελέσαντος δὲ τὰ ἐξ ἔθους τοῦ μέρους, ἀποκινεῖ μὲν ὁ βασιλεύς, αὐτοὶ δὲ οἱ τοῦ μέρους προπορεύονται ἔμπροσθε τοῦ βασιλέως, λέγοντες δρομικά, εἰ δὲ κελεύει ὁ βασιλεύς, καὶ ἀπελατικά, ἀποσώζοντες τὸν βασιλέα μέχρι τοῦ ἁγίου Χριστοφόρου. Χρὴ δὲ εἰδέναι ὅτι οἱ δημοκράται τῶν δύο μερῶν τῶν περατικῶν καὶ οἱ δήμαρχοι τῆς πολιτικῆς, ἕκαστος αὐτῶν κατὰ τὸ μέρος αὐτῶν, ἐν τῇ αʹ δοχῇ ἐπιδιδόασι λιβελλά 1.75 ριον, ἐν δὲ ταῖς λοιπαῖς δοχαῖς λιβελλάρια οὐκ ἐπιδιδόσαι· πρὸς ἅπαξ γὰρ τοῦτο καὶ μόνον. Ἡ δὲ πολιτικὴ τοῦ μέρους τῶν Βενέτων μετὰ καὶ τοῦ δημάρχου δέχονται τὸν βασιλέα ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος τῷ βασιλεῖ λιβελλάριον. Τελέσαντες δὲ τὰ ἄκτα, ἀποκινεῖ ὁ βασιλεύς, τὸ δὲ μέρος διασώζει τὸν βασιλέα, λέγοντες ἔμπροσθεν δρομικά, εἰ κελεύει, καὶ ἀπελατικά· τοῦτο δὲ τελεῖ ἓν ἕκαστον μέρος ἐν τῇ αὐτοῦ δοχῇ διασώζοντες τὸν βασιλέα. ∆έχονται ἐκεῖσε τῶν περατικῶν μερῶν Πρασίνων ὁ λαὸς τὸν βασιλέα ἐν τοῖς τοῦ Ὀλυβρίου, καὶ ἐπιδίδωσιν ὁ δημοκράτης τῷ βασιλεῖ λιβελλάριον, καὶ διασώζουσι τὸν βασιλέα μέχρι τοῦ Φιλαδελφίου τῶν περατικῶν μερῶν Βενέτων. Καὶ δέχεται ὁ περατικὸς δῆμος τῶν Βενέτων τὸν βασιλέα ἐν τῷ Φιλαδελφίῳ, διασώζουσι δὲ ἕως τῶν Πρασίνων τῆς πολιτικῆς τοῦ Μοδίου, καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Μοδίῳ, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος λιβελλάριον τῷ βασιλεῖ, καὶ τελέσαντες ἅπαντα, ὡς προείρηται, διασώζουσιν τὸν βασιλέα μέχρι τοῦ Ταύρου τῆς πολιτικῆς τοῦ μέρους τῶν Βενέτων. Καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Ταύρῳ καὶ διασώζουσιν ἕως τῶν Ἀρτοπωλίων τῆς πολιτικῆς