μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ καὶ τοῦτο ἡμᾶς ὁ Χριστός, οὐχὶ δήπου πάντως ὅ τι ἐκ πολλῶν ἔσται βέβαιον εἰπών, ἀλλ' εἰ καὶ δύο τὸν ἀριθμὸν συμφώνως καὶ περιεσκεμμένως ὁρίσειαν, εἰς πέρας ἥξειν ἐπαγ γειλάμενος· συνέσομαι γάρ φησι καὶ συνοριῶ, εἰ μόνοι δύο συναχθεῖεν δι' ἐμέ· οὐ γὰρ <τὸν> τῶν συνόντων ἀριθμόν, ἀλλὰ τὴν τῆς εὐσεβείας καὶ φιλοθεΐας δύναμιν ἐνεργὸν γενήσεσθαί φησιν. 216 Mt 18, 24-35 216 Ἀφιέντος ἡμῖν τοῦ πάντων θεοῦ τὰ χαλεπὰ τῶν πλημμελημάτων, διὰ τῶν πολλῶν δηλοῦται ταλάντων, εἰ μὴ τοῖς συνδούλοις ἀνίεμεν αὐτοὶ τὰ ρʹ δηνάρια, τοῦτ' ἔστιν τὰ ὀλίγα κοσμικὰ πταίσματα ἐκ τῆς ἐνούσης αὐτοῖς μισοπονηρίας, οἱ τῆς καθ' ἡμᾶς ἐφεστῶτες ἄγγελοι καὶ ὑπὸ τὸν αὐτὸν ἡμῖν ὄντες τῆς δεσποτείας ζυγὸν τὴν παρὰ θεῷ ποιοῦνται κατάρρησιν οὐχ ὡς ἀγνοοῦντι σημαίνοντες- πάντα γὰρ οἶδεν ὡς θεός- ἐξαιτοῦντες δὲ μᾶλλον κατά γε τὸ εἰκὸς χρησίμως παιδεύεσθαι τοὺς ἑλομένους καταφρονεῖν καὶ τοὺς τῆς φιλαλληλίας ἀτιμάζειν νόμους. εἰ δὲ δὴ πάθοιμεν τὴν ἐπὶ τούτοις καταβολήν, ἢ παιδευόμεθα κατὰ τὸν παρόντα βίον οἱονεί τισι βασανισταῖς πειρασμοῖς τε καὶ ἀρρωστίαις παραπεμπόμενοι ἢ γοῦν εἰς αἰῶνα τὸν μέλλοντα κολαζόμενοι. ὅτι δὲ παιδεύει θεὸς ἐπιστρεπτικῶς τὸν ἀπειθῆ καὶ δυσάγωγον μετασκευάζων ἐπὶ τὸ ἄμεινον, ἀταλαίπωρον ἰδεῖν· μεστὴ γὰρ τῶν τοιούτων ἡ θεία γραφή, ὁποῖόν ἐστι τὸ σοφῶς εἰρημένον "ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται" καὶ πάλιν "εἰς παιδείαν ὑπο μένετε" καὶ ἑξῆς. 217 Mt 18, 25 ∆ιὰ τῆς πράσεως τῆς γυναικὸς καὶ τῶν λοιπῶν σημαίνεται τῶν παρὰ θεοῦ τερπνῶν ἡ εἰς ἅπαν ἀφαίρεσις καὶ ἀπόπτωσις παντελής. ἡ δὲ πρᾶσις δηλοῖ τὴν ἀλλοτρίωσιν δηλονότι τὴν ἀπὸ θεοῦ· ἀλλότριοι γὰρ θεοῦ πρὸς οὓς ἂν γένοιτο λόγος ὁ πικρὸς ἐκεῖνος καὶ ἀμειδής· "ἀπό στητε ἀπ' ἐμοῦ ἐργάται" τῆς ἀνομίας· "οὐδέπω" γὰρ "ἔγνων ὑμᾶς". 218 Mt 19, 17-18 Εἰπόντος τοῦ Χριστοῦ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολὰς οὐδὲν ἕτερον ἐκεῖνος προσδοκήσας ἐρεῖν αὐτὸν ἢ "εὐθὺς τὰς ἐμάς" φησιν· ποίας; πολὺ δὲ τῆς ἐλπίδος ἐσφάλλετο· οὐ γάρ, ὅπερ ᾠήθη, πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, ἀλλ' ἐπὶ τὸν νόμον ἀνάγει αὐτόν, οὐχ ὅτι τελειότης ὁ νόμος ("δικαιοῦται" γὰρ "οὐδεὶς ἐν νόμῳ" κατὰ τὸ γεγραμμένον), ἀλλ' ὅτι προεισβολή τις ὥσπερ τῆς εἰς αἰῶνα ζωῆς ἡ κατὰ νόμον μελέτη κατὰ βραχὺ προσεθίζουσα τοῖς ἀνω τέρω τῶν παιδαγωγουμένων τὸν νοῦν. "γέγονεν" γὰρ ἡμῖν "ὁ νόμος παιδαγωγὸς εἰς Χριστόν"· ἀρχὴ τοιγαροῦν σωματικῆς πολιτείας ὁ νόμος, τελειότης δὲ ὁ Χριστός· ἀρχὴ γάρ, φησίν, τῶν ἀγαθῶν τὸ ποιεῖν δίκαια. παραδείκνυσι μὲν οὖν τὸ δίκαιον ὁ νόμος, τὸ δὲ ἀγαθὸν ὁ Χριστός. ὁ μὲν οὖν ἐδίδασκεν τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ἀδικεῖν βουλομένους ("ὀδόντα" γὰρ "ἀντὶ ὀδόντος" καὶ "ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ"), ὁ δὲ τὸ ἰσορροποῦν ἀνέντας ἡμᾶς ἐπὶ τὸ μεῖζον ... τῷ γὰρ παίοντί σε "εἰς τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι", φησίν, "καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον". 219 Mt 19, 24 Κάμηλον δὲ ἐνταῦθά φησιν οὐ τὸ ζῷον τὸ ἀχθοφόρον, ἀλλὰ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. οὐκ ἀνήνυτον παντελῶς τοῦτο δείκνυσιν ὄν, τῷ δὲ ἄγαν δυσχερεῖ λοιπὸν ἤδη πως ἐγγὺς καὶ ἀγχίθυρον τοῦ ἀδυνάτου τὸ χρῆμα τιθείς. ὅθεν δείκνυται οὐχ ὁ τυχών-δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. 220 Mt 19, 26 Οὐκ ἂν γένοιτό τις παθῶν ἐλευθέραν εἰς ἅπαν ἔχων ψυχὴν καὶ εἰ σφόδρα τις εἴη τῶν ὅτι μάλιστα φιλοπονωτάτων· "τίς γὰρ καθαρὸς ἀπὸ ῥύπου" κατὰ τὸ γεγραμμένον ἢ "τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν"; εἰ δὲ καὶ ὁ "πταίσας ἐν ἑνί, γέγονε πάντων ἔνοχος" κατὰ τὸν