1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

26

καταπλαγέντες καὶ δαίμονες ἔλεγον· Οἴδαμέν σε τίς εἶ ὁ ἅγιος τοῦ Θεοῦ· ἐν ᾧ οἱ γενόμενοι, τὸν πρέποντα τοῖς ἄκρως τετελειωμένοις ὕμνον ἀναπέμψαι δυνήσονται. Τί γὰρ μακαριώτερον ἑνωθέντος αὐτῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί; Χρὴ δὲ καὶ εἰς τοὺς προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ἀφορῶντας, ἀνυμνεῖν αὐτῶν τὸν Θεὸν, τὸν τοιαύτην ἀνθρώποις ἀγαθῶν ἀνδρῶν φορὰν χαρισάμενον. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἕκαστον γὰρ αὐτοῦ δημιούργημα δεῖται πλείστης ὑμνολογίας· τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· οὐ λέγει δὲ ἀντίῤῥοπον αὐτοῖς ἀποδοῦναι τὸν ὕμνον· ἀδύνατον γάρ· ἀλλὰ τὸ κατὰ δύναμιν ἀπαιτεῖ, ἐννοοῦντας τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.