ἤθη ἕκαστος. ὕστερον μέντοι ὡς τοῦ ἐπιγιγνομένου θέρους, ὡς οὐ παρεγένετο Βυζαντίου βασιλεὺς ἐπὶ τὰς θύρας καὶ ἠγγέλλετο τῷ Παιαζήτῃ μηδὲ ἐλθεῖν τοῦ λοιποῦ ἔτι διανοούμενος, ἐπιπέμψας Ἀλίην τὸν Χαρατίνεω, 1.77 ἄνδρα δὴ τῶν παρ' ἑαυτῷ μέγα δυνάμενον, ἐπέτελλε παρεῖναι αὐτὸν ἐς τὰς θύρας παραγενόμενον· εἰ δὲ μή, πόλεμον προαγορεύειν αὐτῷ βασιλεῖ. ἐλθὼν μέντοι οὗτος ὁ Ἀλίης ἐς τὸ Βυζάντιον δημοσίᾳ μὲν ἔλεγε τὰ ἐπεσταλμένα αὐτῷ ὑπὸ βασιλέως, ἐχρημάτιζε δὲ αὐτῷ, ὡς ἔνιοι λέγουσιν, ἰδίᾳ συγγενόμενος μηδαμῶς ἐλθεῖν ἐπὶ τὰς βασιλέως θύρας. Ἐμμανουῆλος μὲν ἀπεκρίνατο, ὡς πείθεσθαί τε ἕτοιμος εἴη καὶ βασιλεῖ μὴ θαρρῶν οὐκέτι βιωτὸν τὸν βίον αὑτῷ ἡγήσατο, ἀλλ' ὡς ἐν βραχεῖ παρεσόμενον ἑαυτὸν ὑποδέχοιτο τῷ βασιλεῖ, ᾗ ἂν παραγγέλλοι. ὕστερον μέντοι ἀπιόντος Ἀλίεω, ὡς Παιαζήτῃ δῆλα καθειστήκει μηδὲ διανοεῖσθαι αὐτὸν ἰέναι ἐπὶ τὰς θύρας, ἐπήλαυνέ τε καὶ ἐπολιόρκει Βυζάντιον. ἐπελαύνων δὲ τήν τε γῆν ἔκειρε καὶ τὴν χώραν ἑκάστην ἐδῄου, καὶ κώμας ἀνδραποδισάμενος τὰς προαστείους, ὡς οὐδὲν προεχώρει ἡ τοῦ ἄστεος αἵρεσις, ἀπεχώρησεν αὐτὸς ἐπ' οἴκου. ἐπιπέμπων δὲ στράτευμα πανταχῇ ἀνὰ πᾶν ἔτος ἐπολιόρκει τὴν μακρὰν γενομένην πολιορκίαν ἐπὶ δέκα ἔτη, ἐν οἷς πολλά τε τῆς πόλεως ταύτης ἀπεγένετο ὑπὸ λιμοῦ διαφθαρέντα καὶ ἐπὶ τὸν βάρβαρον ἀπιόντα. τὴν μὲν οὖν Σηλυβρίαν αὐτὸς κατεῖχε Παιαζήτης, ἐπετρόπευε δὲ ταύτης Ἰωάννης ὁ Ἀνδρονίκου παῖς, ὃς διαφυγὼν ἀπὸ Βυζαντίου τὸν πάτρων, ὡς οὐκ ἠδύνατο, παρεῖχεν αὑτόν, ἐς ὅ τί περ ἂν αὐτῷ χρήσαιτο ὁ πάτρως Βυζαντίου τότε βασιλεύων. ὁ δὲ πέμπων αὐτὸν ἐς Ἰταλίαν, διαπραξόμενον αὐτόν, ὅσα γε δὴ ὑπετίθετο, ἔπεμπε παρὰ 1.78 Ἰανυΐους ἐπικουρίας δεησόμενον δῆθεν· κρύφα δὲ πέμπων τοῖς Ἰανυΐοις ἐπέτελλεν ἐν φυλακῇ τε ἔχειν αὐτὸν μηδαμῇ μεθιέντας. ὁ δὲ χρόνου ἐγγινομένου διαφυγὼν τοὺς Ἰανυΐους, καὶ ἀπὸ Ἰταλίας ἀνέβη παρὰ βασιλέα Παιαζήτην, ὃς πολιορκῶν Βυζάντιον καὶ ἄγων αὐτὸν τήν τε Σηλυβρίαν παρεστήσατο ὁμολογίᾳ καὶ ἐπέστησεν ἄρχοντα. μετὰ δὲ ταῦτα ἐλαύνων ἐπὶ Βυζάντιον, ὡς οὐ προεχώρει αὐτῷ ἡ Βυζαντίου αἵρεσις προσβάλλοντι, λιμῷ ἐξεπολιόρκει. καὶ εἷλεν ἂν τὴν πόλιν, εἰ μὴ ὁ Τεμήρης ἐλαύνων μεγάλῃ χειρὶ ἠγγέλλετο ἐπ' αὐτόν· ὅτε δὴ καὶ αὐτὸς ἑάλω ὑπὸ Τεμήρεω καὶ τὰ πολλὰ τῆς ἀρχῆς αὐτοῦ ἀπώλετο τῆς ἐν τῇ Ἀσίᾳ. Ὡς μὲν οὖν τὸ Βυζάντιον Παιαζήτης πολιορκῶν οὐκ ἀνίει, καὶ ἔγνω βασιλεὺς Ἑλλήνων τόν τε λεὼν τετρῦσθαι ἐς τὸ χαλεπώτατον, καὶ οὐκ εἶχεν, ὅπως τοῦ λοιποῦ ἐξαπαλλαγῇ, ἐπέτρεψέ τε τὸ Βυζάντιον τῷ ἀδελφιδῷ Ἰωάννῃ, τῷ Ἀνδρονίκου παιδί. ὡς γὰρ οἱ ἤχθετο Παιαζήτης, ὅτι δι' αὐτὸν οὐ προεχώρει ἡ Βυζαντίου αἵρεσις, καὶ ἐν ὑπόπτῳ καθειστήκει, ἀποφυγὼν βασιλέα ἐσῄει ἐς Βυζάντιον. καὶ αὐτὸν ἄσμενός τε ἐδέξατο ὁ πάτρως βασιλεὺς Βυζαντίου, καὶ τὴν πόλιν ἐπιτρέψας ᾤχετο ἀποπλέων ἐπὶ Ἰταλίαν, ἐπικουρίας δεησόμενος ἐς τὴν ὑπὸ τῶν πολεμίων πολιορκίαν μακρὰν καθεστηκυῖαν, μὴ περιιδεῖν τὴν πόλιν ἀπολλυμένην. ὡς δὲ κατὰ τὴν Πελοπόννησον ἐγένετο, κατέθετο μὲν αὐτοῦ ἐν Πελοποννήσῳ τὴν γυναῖκα αὐτοῦ παρὰ τῷ ἀδελφῷ, αὐτὸς δὲ ἀπέπλει ἐς Ἰταλίαν. τραπόμενος δὲ ἐπὶ Ἑνετῶν καὶ 1.79 χρηματίσας αὐτοῖς, ὅσα ἠβούλετο, ᾤχετο ἐπὶ τὸν Λιγυρίας τύραννον, Μεδιολάνου δὲ ἡγεμόνα· ὁ δὲ φιλοφρονησάμενός τε αὐτὸν τὰ εἰκότα, καὶ χρήματα παρεχόμενος, ἀπέπεμψεν ἐπὶ τῶν Κελτῶν βασιλέα, ἵππους τε αὐτῷ παρεχόμενος καὶ τῆς ὁδοῦ ἡγεμόνας. ὡς δὲ ἐγένετο ἐπὶ τὸν Γαλατίας βασιλέα, ἐδεῖτο αὐτοῦ μὴ προέσθαι πόλιν βασιλίδα Ἑλλήνων ὑπὸ βαρβάρων πολιορκουμένην, προσήκουσαν ἀγχοτάτω τῶν βασιλέων Γαλατίας οἴκῳ. τοῦτον οὖν μεμηνότα εὑρὼν καὶ ἐν φυλακῇ ὑπὸ τῶν ἀρίστων κατεχόμενον, ὥστε θεραπεύεσθαι τὴν νόσον αὐτοῦ, διέτριβεν αὐτοῦ ἐπὶ συχνόν τινα χρόνον. Κελτῶν δὲ τὸ γένος τοῦτο μέγα τε ὂν καὶ ὄλβιον καὶ παλαιόν τε καὶ ἐφ' ἑαυτῷ μέγα φρονοῦν, ὑπερέχειν τε τῶν ἄλλων τῶν πρὸς ἑσπέραν ἐθνῶν, ἀξιοῦν ἑαυτῷ μετεῖναι τῆς ἡγεμονίας τε καὶ Ῥωμαίων βασιλείας. ἔστι δ' ἡ χώρα αὐτῶν πρὸς ἕω μὲν τῇ Λιγύρων χώρᾳ, πρὸς μεσημβρίαν δὲ