λίθοις κειμένοις παρ' ἑκάστην πλευράν, ἵνα συνεχὲς δόξῃ τὸ συνημμένον καὶ τὸ ἡρμοσμένον ὁμοφυές. ὅρα μοι καὶ ναῶν ὕψη καὶ κάλλη καὶ τὴν ἐν ἅπασιν εὐαρμοστίαν καὶ συμμετρίαν, ἄλση τε καὶ λειμῶνας καὶ ἀκτὰς καὶ κόλπους, μετὰ κάλλους τὸ ἀσφαλὲς ἔχοντας. Ἀλλ' οὐ πάντῃ τερφθήσῃ τοῖς ὀφθαλμοῖς οὐδ' ἐφ' ὅλοις προσμειδιάσῃ τοῖς ὁρωμένοις. ἐξεγερεῖ γάρ σε μέσης νυκτὸς ὁ κώδων ὁ ἱερὸς καὶ τοῖς θείοις ἐνστηλωθήσῃ ἐδάφεσι, καὶ νῦν μὲν τὸ ψαλμικὸν ἀνακρούσῃ μέλος, ψαλτηρίῳ σαυτῷ χρησάμενος δέκα ἐντεταμένῳ χορδαῖς- τοσαῦται γὰρ αἱ γενικαὶ τοῦ συνθέτου δυνάμεις-νῦν δ' ἄλλο τι μουσουργήσεις τῶν θείων ᾠδῶν. μεθ' ἃ βαδίσεις οὐ Πυθῶδε οὐδὲ ἐς Ἄμμωνος οὐδὲ ἐς ἱππήλατον γυμνασόμενος, ἀλλ' ἐς ἱερὸν πολυάνδριον, ἔνθα νόσος οὐ φιλοσοφεῖται μὲν ἴσως, θεραπεύεται δέ, καὶ λώβη σώματος ἐκκαθαίρεται καὶ παρειμένος συσφίγγεται καὶ χωλὸς ἅλλεται καὶ ὁ πρὸς τῷ θανεῖν γενόμενος οὐκ ἀλγεῖ· ἀπὸ γὰρ τῆς χαμεύνης ἐπὶ στιβάδος κείμενος μαλακῆς τε καὶ ὑψηλῆς ἡδέως ἀπορροφεῖ τὸ τοῦ τέλους ποτήριον. ἐνταῦθα δή σέ ποτε τεθέαμαι. ἦν δέ σοι τὸ μὲν βῆμα μετέωρον, τὸ δὲ πρᾶγμα κένωσις ἄκρα καὶ συγκατάβασις. Ἀλλὰ τί σοι πάλιν ἐξανθεῖ τὸ ἐρύθημα; οἷς γὰρ αὐτὸς ποιῶν φιλοσοφεῖς καὶ ἀκροώμενος οὐ τετύφωσαι, ἑτέροις ταῦτα γίνεται ζήλου ἐπαγωγὰ καὶ κέντρον τῆς ὁμοίας μιμήσεως. καὶ μή μοι φράττε τὴν ἀκοήν· ἐν βραχεῖ γὰρ τὸ σύμπαν εἰρήσεται. ἐμιμήσω τὸν σὸν Ἰησοῦν· καὶ μετὰ τῆς χλαμύδος καὶ τῆς ταινίας τὴν κεφαλὴν προσερείδων τοῖς τῶν νοσοκομουμένων ποσὶν ὁμοῦ τοῖς δάκρυσι ἔπλυνες καὶ ἐξέματτες τῷ τοῦ προσώπου σου χρωτὶ τὸν ἐγκείμενον σπῖλον προσαφαιρούμενος. Ἀλλ' ἀπόστηθι μὲν τούτων ὁ θεατής, σὺ δέ μοι μικρὸν πρὸς τὴν ἐν ὕψει ἀκρόπολιν ἄνιθι· ἀλλὰ τί προκύψας βοᾷς, ὅτι σὺ μὲν γίγαντι ὅμοιος ἢ Ἀστεροπαίῳ φωτί, τὸ δὲ ἡμέτερον ὅσον ἐς γόνυ ἀνδρός; ἀλλὰ καὶ σὺ ταῦτα πείσῃ παρὰ μέρος γενόμενος. ὁρᾷς, ὦ βασιλεῦ, ὅ τι πεποίηκας ἄνδρα φιλόσοφον; πλανῶμαι γὰρ ἐν τοῖς περί σε θεάμασι, καὶ τῶν πραγμάτων ὅλος γενόμενος, πράττειν ἀλλ' οὐ λέγειν δοκῶ. ὅθεν πάλιν ἀποκαθίσταμαι καὶ τὸν θεατὴν περιάγω τῷ λόγῳ, οὐκ ἐπὶ τὰ Θετταλικὰ Τέμπη οὐδ' ἐπὶ τὰ Αἰγυπτίων προτεμενίσματα. τί γάρ μοι καὶ τούτοις ἢ τῇ ἐκεῖθεν προσηλωμένῃ Σφιγγί; ἀλλὰ ποῖ; καὶ τὴν γλῶτταν ἐπέχομαι. πάλιν οὖν ἐρῶ· ποῖ; καὶ ἰδοὺ συγκέχυμαι, ὡς ὁρᾷς. τρίτον τοῦτο καὶ τέταρτον, καὶ συναπολήγει μοι τῷ λόγῳ καὶ ἡ φωνή. καιρὸς οὖν ἀγῶνος καὶ ἀνδριστέον μοι· καὶ βραχύ τι πνεῦμα συλλέξας ἐρῶ. Ποῖ γοῦν ἄγω τὸν θεατήν; ἐπὶ τὴν τῆς βασιλίδος σορόν· ἀλλὰ πῶς εἰπεῖν ἐκαρτέρησα, ἣν ἰδεῖν ἀπενάρκησα; πῶς δὲ τάφον ὠνόμασα, ὃν ὡς θρόνον ἐτίμησα; ἐπὶ τούτοις ἄφελε τὰ χείλη, τέμνε τὴν γλῶτταν, ὡς βλασφημήσαντα κόλασον. εἰ δὲ καὶ πάλιν φιλανθρωπεύῃ, κἀγὼ μεταρρυθμίζω τὴν λέξιν καὶ μεταβάλλομαι. Ποῖ τοίνυν ἄγω τὸν θεατήν; ἐπὶ τὸ θεῖον ἀνάκτορον, ἐπὶ τὴν τοῦ μαρτυρίου σκηνήν, ἐπὶ τὴν κατάπαυσιν τῆς σῆς κιβωτοῦ, ἔνθα τὰ τῆς ἀληθείας ἀπῃώρηται σύμβολα. τοῖς μὲν οὖν ἄλλοις ἀποχρῶν δοκεῖ τὸ ὁρώμενον, καί σε τῆς εὐνοίας τεθήπασι καὶ αὐτάρκη τὴν ἀντίδοσιν ἥγηνται· ἐγὼ δὲ οὕτω φρονῶ καὶ οὕτω φημί, ὡς ἑκατέροις, σοί τε τῆς ἀκηράτου περὶ ἐκείνην καὶ νοερᾶς ἀνακράσεως κἀκείνῃ τῆς ὑπερφυοῦς καὶ οὐρανίας ἀκρότητος, πολλοστὰ ταῦτα καὶ οἷον εἰκόνες καὶ τύποι παραδειγμάτων ἀληθινῶν. ἢν δὲ βούληταί τις τύπου ἰδεῖν ὑψηλότερον, τὴν ἐξ ἀσυνήθους ὕλης βλαστήσασαν θεασάσθω ῥοδωνιάν. πέτραι μὲν γὰρ ἔβλυσαν νάματα καὶ πικρὰ ὕδατα εἰς ἑτέραν μετεβλήθη ποιότητα, ῥίζα τε ἄγονος καρπὸν ἀπεγέννησε καὶ ξύλον ἄλλο μετὰ τὴν τομὴν παρὰ δόξαν ἐβλάστησε, συγγενῆ δὲ καὶ τοῖς λίθοις τὰ ὕδατα ταῖς τε ἄλλαις ὕλαις τὸ βλαστάνειν καὶ ἐξανθεῖν, ἄργυρος δὲ καὶ χαλκὸς νῦν πρώτως καὶ παρὰ τὴν ὅλην φύσιν εἰς ὠδῖνας ἄνθους ἀνίκμως ἐρράγησαν, καὶ ὁ τρόπος παράδοξος καὶ τὸ σχῆμα παραδοξότερον. ἐκεῖ μὲν γὰρ σύνδρομος τῇ γεννήσει ἡ αὔξησις,