τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο λείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους». Προεφητεύθη τὰ περὶ τῶν ἁλιευ<θησ>ομένων καὶ θηρευθησομένων καὶ ἀποληψομένων πρῶτον διπλᾶς τὰς ἁμαρτίας αὐτῶν. μετὰ ταῦτα προφητεύεται ἡ κλῆσις τῶν ἐθνῶν σαφέστερον, οὐχὶ καλουμένων ἀλλὰ κεκλημένων, καὶ οὐχὶ <μὴ> εἰδότων τί ἐξομολογήσωνται καὶ τί εὐχαρι στήσωσιν, ἀλλ' ἤδη μεμαθηκότων. ἐν γὰρ τοῖς προτέροις <ἐ>μανθάνομεν ὅτι ἐκλήθησαν, ἡλιεύθησαν, ἐθηρεύθησαν, <τί> πείσονται δὲ ἐν τοῖς δευ τέροις. ἴδωμεν τί προφητεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων. 16.8 «κύριε, ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, <καὶ> οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». ἀπ' ἐσχάτου τῆς γῆς ἦλθε τὰ ἔθνη πρὸς τὸν θεόν, καὶ εἴρηκε τὰ ἔθνη· «ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα»; πῶς «ἀπ' ἐσχάτου τῆς γῆς»; εἰσί τινες τῆς γῆς πρῶτοι καί εἰσί τινες τῆς γῆς ἔσχατοι. τίνες πρῶτοι; «οἱ σοφοὶ τοῦ κόσμου» τῆς γῆς πρῶτοι, οὐχ ἁπλῶς πρῶτοι· «οἱ σοφοὶ τοῦ κόσμου, οἱ εὐγενεῖς», οἱ πλούσιοι, οἱ ἀξιωματικοί. τίνες οἱ ἔσχατοι; «τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα, τὰ μὴ ὄντα». «ἥξουσιν» οὖν «ἔθνη ἀπ' ἐσχάτου τῆς γῆς», ὡσεὶ ἔλεγεν· ἀπὸ τελευταίων τῶν ἐπὶ γῆς ἀνθρώπων. ἀπὸ μωρῶν, ἀπὸ ἀγενῶν, ἀπὸ ἐξουθενημένων, «καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». οὐχ ὅτι ἔστι τινὰ εἴδωλα ἀληθῆ, ὧν πρὸς ἀντιδιαστολὴν λέγεται τὰ ψευδῆ, ἀλλὰ εἴδωλα, <ἅ>τινα τῇ φύσει ἐστὶ ψευδῆ· «καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». 16.9 «Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς». οὐ μόνον ἀπὸ τῶν ἀγαλμάτων ποιοῦσιν ἑαυτοῖς ἄνθρωποι θεούς, ἀλλ' εὑρήσεις καὶ ἀπὸ τῶν ἀναπλασμάτων ποιοῦντας ἀνθρώπους ἑαυτοῖς θεούς· ὅσοι γὰρ δύνανται ἀναπλάσαι θεὸν ἕτερον καὶ κοσμοποιίαν ἄλλην παρὰ τὴν ὑπὸ τοῦ πνεύματος ἀναγεγραμμένην, οἰκονομίαν κόσμου παρὰ τὸν ἀληθῆ κόσμον [περὶ οἰκονομίας κόσμου], οὗτοι πάντες ἐποίησαν ἑαυ τοῖς θεοὺς καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. οἷον νόησόν μοι εἴτε ἐν Ἕλλησι τοὺς γεννήσαντας δόγματα, φέρ' εἰπεῖν, τῆςδε τῆς φιλοσοφίας ἢ τῆςδε, εἴτε ἐν ταῖς αἱρέσεσι τοὺς γεννήσαντας πρώτους δόγματα, οὗτοι ἐποίησαν ἑαυτοῖς εἴδωλα καὶ ἀναπλάσματα τῆς ψυχῆς καὶ στραφέντες προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπο δεξάμενοι ὡς ἀλήθειαν τὰ ἴδια ἀναπλάσματα. πάντας οὖν τοὺς αἰσθη τῶς καὶ τοὺς νοητῶς ποιοῦντας ἑαυτοῖς θεοὺς διελέγχων ὁ λόγος φησίν· «εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί; διὰ τοῦτο ἐγὼ δηλώσω αὐτοῖς τὴν χεῖρά μου ἐν τῷ καιρῷ τούτῳ, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου». ποίῳ καιρῷ ἢ τούτῳ; δεικνύων δὲ τὸν καιρὸν τῆς παρουσίας τοῦ κυρίου· <«καὶ γνώσονται» φησίν> «ὅτι ὄνομά μοι κύριος». 16.10 Εἶτα ἄλλη ἐστὶ προφητεία, ἣν οὐκ οἶδ' ὅπως παρὰ τοῖς Ἑβδομή κοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέψαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· «ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐ τῶν». <ἔστιν> ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν «γέγραπται». ἀλλ' ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε «ἁμαρτία Ἰούδα» ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· «ἁμαρτία Ἰούδα