26
ὧν φησιν ὁ προφήτης· "Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. "Καὶ ὁ Σωτὴρ, "Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Καὶ πάλιν, "Ἡ σάρξ μου, φησὶν, ἀλη 1896 θής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις·" ἃ μὴ ἔχοντες, οὐκ εἶχον ἰσχὺν ἄρτου καὶ ὕδατος. Ἐξ ἀσθενῶν δὲ τροφῶν, ἀσθενεῖς οἱ τρεφόμενοι. Ἐπέλιπε δὲ αὐτοῖς καὶ ἡ ἰσχὺς τοῦ προφητικοῦ πνεύματος, καὶ κατάδιψοι τούτου τυγχάνουσιν. Ἔστι δὲ καὶ παρ' ἡμῖν τροφὴ ἰσχὺν μὲν οὐκ ἐμποιοῦσα, κωλύουσα δὲ τελευτᾷν· ἧς οἱ Κορίνθιοι νήπιοι ὄντες μετέλαβον. Ἀλλὰ καὶ λάχανα ἀσθενούντων τροφή, Τελείων γὰρ ἦν στερεὰ τροφή. ∆εῖ δὲ τοὺς ὀφθαλμοὺς ἀνοῖξαι πρὸς τὸ τοιούτου ἐμπλησθῆναι ἄρτου καὶ ὕδατος. "∆ιάνοιξον γὰρ, φησὶ, τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων." Καὶ διηνοίγησαν, φησὶ τῆς Ἄγαρ οἱ ὀφθαλμοὶ, καὶ ἴδεν τὸ ὕδωρ. Καὶ ἄλλως δὲ τῶν Ἰουδαίων ἀφῄρηται ὁ ζωοποιὸς ἄρτος, ὃς δίδωσι τῷ κόσμῳ ζωὴν, καὶ τὸ ὕδωρ τοῦ ἁγίου βαπτίσματος, καὶ ἡ ἰσχὺς αὐτοῦ ἡ τῶν ἁμαρτιῶν ἀπόθεσις, ἡ πνευματικὴ ἀνακίνησις ἡ συμμόρφους ἐργαζομένη Χριστοῦ, καὶ τὸ παῤῥησίαν ἔχειν εἰς οὐρανῶν βασιλείαν· "Ἐὰν γάρ τις, φησὶ, μὴ γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Γίγαντα δὲ, οὔτε τῶν Ἑβραίων ἡ φωνὴ, οὔτε οἱ λοιποὶ τῶν ἑρμηνευσάντων ὠνόμασαν· ἀντὶ δὲ τούτου, Ἀκύλας μὲν δύνατον, ὁ δὲ Σύμμαχος ἀνδρεῖον, ὁ δὲ Θεοδοτίων δυνάστην ἐξέδωκαν. Πλὴν ἐπὶ καλοῦ τὴν γίγαντος ἐνταῦθα προσηγορίαν εὑρίσκομεν, ὡς κἂν τῷ, "Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν." ∆ηλοῖ δὲ τὸν εἰς ἄκρον ἰσχύος ἐλθόντα πνευματικῆς. Ἰσχύοντα δὲ, τὸν ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἐλαττούμενον. Ἑκάστῳ γὰρ δέδοται χάριτος μέτρον παρὰ Θεοῦ. Φησὶν γὰρ ὁ Παῦλος, "Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. "Ἀλλ' ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως." ∆ύναιτο δ' ἂν καὶ ἄλλως γίγας μὲν δηλοῦν τὸν ἐκ φύσεως ἔχοντα προτερήματα εἰς ἀνάληψιν ἐπιστήμης, ἢ πρὸς ἄσκησιν ἀρετῆς· φυσικὴ γὰρ ἡ τῶν γιγάντων ἰσχὺς, ἰσχύων δὲ, τὸν ἐκ μελέτης καὶ πόνων τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντα. Οὐκ ἔτι δὲ παρ' Ἰουδαίοις πολεμισταί· οὐδὲ γὰρ ἐναριθμοῦνται τοῖς στρατιωτικοῖς καταλόγοις. Νικῶνται δὲ ταῖς ἡδοναῖς καὶ πάθεσι ψυχικοῖς, καὶ λόγοις ἐναντίοις, κρατεῖν οὐκέτι δυνάμενοι· ἀλλ' οὐ δὲ ταῖς κατὰ νοῦν δικάζειν ἐννοίαις. Οὐκ ἔχουσι γὰρ τὸν κατευθύνοντα πρὸς τὸ δέον Θεόν· ἀλλ' οὐ δὲ περὶ τῶν προσπιπτόντων κρίνειν ἴσασιν, ὅπερ ἀρέσκον ἐστὶν αὐτῷ. Οὗτοι δὲ καὶ παρεδόθησαν δικασταῖς τοῖς αἰχμαλωτίσασιν αὐτοὺς, αὐτοὶ μηκέτι δικάζοντες· καὶ ἐν Ἐκκλησίᾳ δὲ πολεμισταὶ μὲν, οἱ τὴν τοῦ Κυρίου πανοπλίαν ἀναλαμβάνοντες, καὶ πρὸς τὰς τοῦ διαβόλου μεθοδίας γενναίως ἱστάμενοι, συγκακοπαθοῦντες τῷ Εὐαγγελίῳ, καὶ μὴ ἐμπλεκόμενοι ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσωσιν. ∆ικασταὶ δὲ οἱ τοὺς ἀδελφοὺς συμβιβάζοντες, ἀφ' ὧν καὶ ὁ κόσμος 1897 κρίνεται, οἳ καὶ ἀγγέλους κρινοῦσιν. Ἐὰν δὲ μὴ ὦσιν, ἀλλ' ἐπὶ τῶν ἀπίστων κρίνονται δι' ἀπορίαν ἁγίων· καὶ οὕτω σημεῖον ἐγκαταλείψεως. Ἀφαιρεῖ δὲ καὶ προφήτην. Πέπαυται γὰρ παρ' αὐτοῖς τῆς προφητείας ἡ χάρις. Καὶ ἐσφράγισται ὅρασις καὶ προφητεία κατὰ τὸν ∆ανιήλ. Μέχρι γὰρ Ἰωάννου παρ' αὐτοῖς ὑπῆρχεν ἡ προφητεία. Ἐν δὲ τῇ Ἐκκλησίᾳ Θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον δὲ προφήτας. "Ἐὰν γὰρ, φησὶ, προφητεύητε, εἰσέλθῃ δὲ ἄπιστος, ἢ ἰδιώτης· ἐλέγχεται." Ἀλλ' ὁ μὲν προφήτης, ἀποκαλύψει τοῦ Πνεύματος, προαγορεύει τὰ μέλλοντα· ὁ δὲ στοχαστὴς, συνέσει τῇ δι' ἐμπειρίαν πραγμάτων, ἐξ ὁμοίου παραθέσεως τὸ μέλλον τεκμαίρεται· ὥσθ' ὅταν τὰ Σοδομιτῶν ποιήσωμεν, πεισόμεθα παραπλήσια, ἐὰν μετανοήσωμεν, ὡς οἱ Νινευῗται σωζόμεθα. Πρεσβύτερος δὲ οὐχ ἀπλῶς ὁ τῆς προεδρίας ἀξιωθεὶς, ἀλλ' ὁ φρενῶν κοσμούμενος γενναιότητι, καὶ τὸν τοῦ πρεσβυτέρου χαρακτῆρα φέρων ἀκέραιον· μάλιστα μὲν ἄγαμος· εἰ δὲ μὴ, μιᾶς γυναικὸς ἀνὴρ τέκνα ἔχων πιστὰ, καὶ τὰ ἑξῆς· ἀντεχόμενος τοῦ κατὰ τὴν