προελεύσει διερχομένου, καθεζόμενος ὁ πατρίκιος ∆αμιανὸς ἐν τῷ ὡρολογίῳ, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. ὁ δὲ θυμωθεὶς τῷ βασιλεῖ κλαίων τοῦτο ἀπήγγειλεν, καὶ ὅτι εἰς ὄνειδος τῆς σῆς βασιλείας οὐκ ἐπηγέρθη μοι. ὁ δὲ βασιλεὺς αὐτῇ τῇ ὥρᾳ ἐξορίζει τὸν παρακοιμώμενον ∆αμιανὸν ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ προβάλλεται Βασίλειον τὸν πρωτοστράτορα αὐτοῦ παρακοιμώμενον. τοῦτο ὁ Καῖσαρ ἰδὼν ἐλυπήθη λίαν, καὶ ἐζήτει ἀποκτεῖναι Βασίλειον. 40. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐχώρισεν ὁ βασιλεὺς Μιχαὴλ τὸν Βασίλειον τῆς αὐτοῦ γυναικὸς Μαρίας, καὶ δέδωκεν αὐτῷ γυναῖκα Εὐδοκίαν τὴν Ἰγγηρίναν, διορισάμενος αὐτῷ κυρίως αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακή, καὶ πάνυ ἠγάπα αὐτὴν ὡς εὐπρεπῆ. τὴν δὲ προτέραν αὐτοῦ γυναῖκα Μαρίαν, δοὺς χρυσίον καὶ πλοῦτον πολύν, ἀπέστειλεν εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμοσε Βασιλείῳ τοῦ ἔχειν αὐτὴν ἰδίως. ὁ μέντοι Καῖσαρ καὶ ὁ Βασίλειος ὑπεβλέποντο ἀλλήλους, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνέλῃ. διὸ καὶ ἐλοιδόρει τὸν Καίσαρα Βασίλειος πρὸς τὸν βασιλέα ὡς κατ' αὐτοῦ μελετῶντα. ὁ δὲ 676 ταῦτα ὡς λῆρον ἤκουεν. διὸ καὶ σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ τοῦ Καίσαρος· καὶ δι' ὅρκων βεβαιοῦσιν ἀλλήλους τὴν εἰς αὐτοὺς ὁμόνοιαν. ἐπληροφόρει δὲ Συμβάτιον Βασίλειος δι' ὅρκων φρικτῶν ὅτι τοῦ βασιλέως πολλά σε ἀγαπῶντος βούλεται Καίσαρα προβάλλεσθαι, ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ποιῆσαι ἀδυνατεῖ. ἐν τούτοις ἀπατηθεὶς ὁ Συμβάτιος γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ, καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορήσας αὐτὸν πῶς ὁ Καῖσαρ βούλεταί σε, φησίν, ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. ὁ δὲ Βασίλειος πάντα σκευασάμενος κατὰ τοῦ Καίσαρος, ἐν δὲ τῇ πόλει μηδὲν ποιῆσαι δυνάμενος, πείθει τὸν βασιλέα κινῆσαι στόλον κατὰ τῆς Κρήτης. καὶ τούτου γινομένου Λέων ὁ φιλόσοφος Βάρδα Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ συντηρεῖν ἑαυτὸν ἀπὸ Βασιλείου. ὁ δὲ Καῖσαρ τὸν βασιλέα ἐπεφωνεῖτο φείδεσθαι τοῦ Βασιλείου. ἐπεὶ δὲ προέλευσις τοῦ εὐαγγελισμοῦ ἐν τοῖς Χαλκοπρατείοις ἐτελεῖτο, εὐαγγελίου τελεσθέντος ἀνῆλθεν ὅ τε πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ Βασιλείῳ παρακοιμωμένῳ ἐν τοῖς Κατηχουμένοις· καὶ τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον σῶμα καὶ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, βάψαντες ὅ τε 677 βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅκῳ βεβαιώσαντες τὸν Καίσαρα ἀφόβως συνελθεῖν αὐτοῖς ἐν τῷ ταξειδίῳ. ὁ δὲ φιλόσοφος Λέων φανερῶς παρηγγύα τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς, ἐξερχομένῳ δὲ ἔλεγεν μὴ ὑποστρέφειν. (41) καὶ σημεῖα τῷ τούτου θανάτῳ παρηκολουθήκεσαν. σεισμοῦ γὰρ γεγονότος ἐπεπτώκει τὸ ἄγαλμα ὃ κατὰ τὴν ἁγίαν Ἄνναν τὸ δεύτερον ἐπὶ κίονος ἵστατο· ὅπερ διαγγελθὲν παρὰ Καίσαρος Λέοντι τῷ φιλοσόφῳ σαφῶς διηρμήνευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου. ἀλλὰ καὶ ἐσθὴς αὐτῷ ἐξαποσταλεῖσα παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾗ τινὶ πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο αὐτῇ τί κεκολόβωται; ὡς οἶμαι, φησίν, ἀμφοτέροις τὴν λύσιν προεζωγράφησε, διὰ μὲν τῆς πέρδικος τὸ πρὸς αὐτὸν δολερόν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. καὶ ὄναρ δὲ ἐθεάσατο τοιοῦτον. ἐδόκει ἑορτασίμου ἡμέρας ὁ Καῖσαρ μετὰ τοῦ βασιλέως τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ προσπεφοιτηκέναι καὶ συνήθους λαμπρότητος. ὡς δὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἦσαν, λαμπροφόροι τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοὺς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος, καὶ οὗτος Πέτρος ὁ ἀπόστολος, ᾧ Ἰγνάτιος γονυπετῶν δάκρυσιν ὑπῆν ὑπομιμνήσκων ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ διὰ τὸ πάθος συνδιατεθεὶς αὐτῷ ἔφη τὴν ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσεσθαι. καὶ εὐθὺς ἑνὶ τῶν ἱστα 678