De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῦ μέρους τῶν Πρασίνων, καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Φόρῳ τῶν περατικῶν Πρασίνων, δέχονται τὸν βασιλέα ἐν τῷ πλακωτῷ τοῦ Μιλίου τῆς πολιτικῆς τοῦ μέρους τῶν Πρασίνων, δέχονται τὸν βασιλέα ἐν τῷ Ζευξίππῳ τῶν περατικῶν μερῶν Βενέτων, δέχονται τὸν βασιλέα ἐν τῇ Χαλκῇ. Καὶ εὐθέως πεζεύουσιν ἅπαντες, καὶ μένει ἔφιππος μόνος ὁ βασιλεύς· κἀκεῖθεν δηριγευόμενος ὑπὸ πάντων, ὡς προείρηται, διέρχεται διὰ τῶν κορτίνων μέχρι τῆς ἔνδον μεγάλης πύλης τῶν Ἐκσκουβίτων, ἐν ᾗ γίνεται ἡ τῶν σκριβόνων προβολή, καὶ πεζεύει ἐκεῖσε καὶ διέρχεται διὰ τῶν Ἐκσκουβίτων ἔμπροσθεν τῶν τριῶν 1.76 πυλῶν τοῦ Κονσιστωρίου, μένουσι δὲ ἐκεῖ οἱ τῆς συγκλήτου ὑπερευχόμενοι τὸν βασιλέα, καὶ εἰσέρχεται ὁ βασιλεὺς τὴν μέσην πύλην τὴν εἰσάγουσαν πρὸς τὴν ἐκκλησίαν τοῦ Κυρίου, μένουσι δὲ ἐκεῖσε οἱ πατρίκιοι καὶ οἱ στρατηγοὶ ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Καὶ εἰσελθόντος τοῦ βασιλέως εἰς τὴν χαλκῆν πύλην τοῦ Κυρίου, κλείουσιν εὐθέως τὰς θύρας οἱ τοῦ κουβουκλείου καὶ ὑπερεύχονται τὸν βασιλέα, καὶ λαβόντος τοῦ πραιποσίτου τὴν τόγα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς καὶ ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηρούς, εὔχεται ἐκεῖσε, καὶ εὐξάμενος διέρχεται διὰ τῶν διαβατικῶν τοῦ Κυρίου καὶ εἰσέρχεται ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου, καὶ διελθὼν διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Τεσσαράκοντα, εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ στάντες οἱ τοῦ κουβουκλείου πάντες ἐν τῷ αὐτῷ τρικλίνῳ ὑπερεύχονται τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους·" καὶ ἐξέρχονται. Ἰστέον δὲ ὅτι εἰ μὲν τύχῃ τῇ αὐτῇ προελεύσει, ἤγουν τῇ δευτέρᾳ τῆς διακαινησίμου, ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ, τελεῖται οὕτως· Ἐξέρχεται ὁ βασιλεὺς ἠλλαγμένος τὴν τοῦ Εὐαγγελισμοῦ στολήν, καὶ ἀνέρχεται ἐν τῷ Φόρῳ, τῇ τάξει καὶ προελεύσει τῆς τοῦ Εὐαγγελισμοῦ ἑορτῆς, καὶ ἀνελθὼν ἐν τῷ Φόρῳ καὶ τελέσας ἅπαντα κατὰ συνήθειαν, ἃ εἴωθεν ἐν τῇ τοῦ Εὐαγγελισμοῦ ἑορτῇ τελεῖν, διέρχεται τὴν Μέσην λιτανεύων, ἀρξαμένου τοῦ τῆς καταστάσεως τὸ τῆς ἑορτῆς τροπάριον· "Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον," καὶ ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου τῶν ∆ιακονίσσης. Καταλαβὼν δὲ ἐκεῖσε, εἰσέρχεται ἐν τῷ ναῷ καὶ τελεῖ τὸ προκείμενον, τὸν Ἀπόστολον καὶ τὸ ἄχραντον Εὐαγγέλιον, καὶ μετὰ τὴν ἐκτενῆ, ἀπαλλάσσει ὁ βασιλεὺς τὴν στολήν, ἣν φορεῖ, τοῦ Εὐαγγελισμοῦ, καὶ περιβάλλεται τὴν τῆς αὐτῆς ἡμέρας στολήν, ἤγουν δευτέρας τῆς διακαινησίμου, ὡς ἀνωτέρω εἴρηται. Καὶ ἀρξαμένων ἐν τῷ ἄμβωνι τῶν 1.77 ψαλτῶν· "Χριστὸς ἀνέστη," ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ ἀπέρχεται λιτανεύων, ἀρχομένου τοῦ τῆς καταστάσεως τὸ τροπάριον, ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, καὶ ἐκτελοῦνται τὰ τῆς προελεύσεως δευτέρας τῆς διακαινησίμου, ὡς ἀνωτέρω εἴρηται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐπὶ Λέοντος, τοῦ τῆς θείας λήξεως, ἐγένετο ἡ τάξις αὕτη· Ἱππεύει ὁ βασιλεὺς ἀπὸ σκαραμαγγίου χρυσοϋφάντου ἐστεμμένος, καὶ οὕτως ἀπέρχεται εἰς τοὺς Ἁγίους Ἀποστόλους, καὶ πάλιν ὑποστρέφων ἔφιππος περιβάλλεται κολώβιον, τὸν λεγόμενον βότρυν, καὶ στέφεται τὸ ἄσπρον στέμμα καὶ οὕτως ὑποστρέφει· καὶ τελεῖται οὕτως ἕως τῆς σήμερον ἡμέρας.
1.78 Κʹ (ΙΑʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ γʹ διακαινησίμου εἰς τὸν Ἅγιον Σέργιον.
27
Προέρχονται ἅπαντες οἱ ἄρχοντες, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν καὶ τὴν αὐτοῦ στολήν, καὶ εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ. Περὶ δὲ ὥραν τρίτην γίνεται ἀπὸ κελεύσεως μεταστάσιμον, καὶ περιβαλλόμενος ὁ βασιλεὺς διβητίσιον λευκὸν καὶ τζιτζάκιον, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ Χρυσοτρικλίνου καὶ τοῦ Τριπέτωνος καὶ ἵσταται ἐν τῇ ἐξαγούσῃ πύλῃ τοῦ Τριπέτωνος πρὸς τὸν Λαυσιακόν, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἵστανται εἰς τὴν αὐτὴν πύλην μέχρι τῆς ἐξαγούσης πύλης εἰς τὸν Ἰουστινιανὸν ἔνθεν κἀκεῖσε. Προσκυνησάντων δὲ πάντων τῷ βασιλεῖ, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως καὶ λέγει· "Κελεύσατε," αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ὑπὸ πάντων αὐτῶν ἐξέρχεται ἐν τῷ τρικλίνῳ τοῦ