τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ' ἑνὶ παρά βασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλιος. ὅσον οὖν ἧκεν εἰς ἀνθρωπίνην ἀσθένειαν, οὐδεὶς ὁ σῳζόμενος· ὅσον γε μὴν εἰς τὴν τοῦ διασῴζοντος ἡμερότητα, οὐκ ἀπόγνωστος τὴν σωτηρίαν· οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον. 221 Mt 19, 29 Ἵνα μή τις οἰηθῇ ἐπὶ μόνων τῶν μαθητῶν ἁρμόζειν τὸ εἰρη μένον, ἐπεπλάτυνεν ἐπὶ πάντας τὸν λόγον τοὺς τὰ ὅμοια ποιοῦντας· εἰ γὰρ καὶ μὴ τῶν αὐτῶν τοῖς μαθη ταῖς τεύξονται οἱ λοιποί, ἀλλ' οὖν ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα τὴν πρὸς τοὺς ἁγίους (ἤτοι τοὺς πρεσβυτέρους καὶ πρεσβύτιδας τῆς ἐκκλησίας λέγει, οὓς ἔσχον δι' ἀγάπην ὡς συγγενεῖς, τοὺς κατὰ διάθεσιν ἀγαπητούς, τοὺς πολλῷ μᾶλλον τῶν κατὰ σάρκα συγ γενῶν ἀγαπῶντας, παρ' ὧν καὶ χρή ματα ἐδέξαντο, ἵνα διοικήσωσιν αὐτὰ ὡς βούλονται, ἀποκειμένων αὐτοῖς καὶ τῶν ἐσομένων ἀγαθῶν), ἀντὶ δὲ τῶν ἀγρῶν τὸν παράδεισον καὶ ἀντὶ οἴκων τῶν ἐκ λίθων τὴν ἄνω Ἰερουσαλήμ, τὴν τῶν πρωτο τόκων μητέρα. Ἐπισημαντέον, ὅτι κἂν μὴ τῶν αὐτῶν τοῖς μαθηταῖς οἱ λοιποὶ ἐπι τύχωσιν, ἀλλ' ὅμως ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφό τητα τὴν πρὸς ἁγίαν πόλιν τὴν τῶν πρωτοτόκων μητέρα. 222 Mt 19, 29 Οὐ πολλοὺς οὖν ἀνθ' ἑνὸς πατέρας ἢ πολλὰς ἀντὶ μιᾶς μητέρας ἢ ἀγροὺς ἀντὶ ὀλίγων πολλοὺς ἀπολήψεσθαί φησιν, ἀλλ' ὅτι τῶν ἐπι γείων ἁπάντων ἀσυγκρίτοις ὑπεροχαῖς ὑπερκείσεται τὰ οὐράνια καὶ τῶν ἀπολλυμένων ἔσται προτιμότερα τὰ σῳζόμενα. 225 Mt 19, 29 Προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν "πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ"· ὥσπερ οὖν ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ τὰς οἰκειότητας ἐκπληρῶν, οὐ σωματικῷ. ἀπολείπειν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν· τότε γὰρ λέγει χωρίζεσθαι ἀπὸ γονέων καὶ ἀπὸ γυναικός, ὅταν πρὸς ἀσέβειαν ἕλκωσιν· καθὼς γὰρ δεῖ ψυχῆς καὶ σώματος καταφρονεῖν διὰ θεοσέβειαν, οὕτω χρὴ καὶ πάντων ταύτην προτιμᾶν. 226 Mt 20 , 1-16 Φεύγων τὸ φιλόδοξον ὁ κύριος ὡς περὶ ἑτέρου λέγει οἰκοδεσπό του αὐτὸς ὢν οἰκοδεσπότης καὶ τῆς τῶν οὐρανῶν βασιλείας διανομεύς. ἡμέραν δὲ λέγει τὸν πάντα αἰῶνα, καθ' ὃν ἐν διαφόροις καιροῖς μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν προσκαλεῖταί τινας δικαίους εἰς ἐργασίαν θεοσεβῆ μισθὸν αὐτοῖς ὁρίσας ἐπὶ τοῖς ἔργοις. εἰσὶν οὖν περὶ τὴν πρώ την ὥραν οἱ περὶ τὸν Ἀδὰμ καὶ τὸν Ἐνώχ, οἱ δὲ περὶ τὴν τρίτην οἱ περὶ Νῶε καὶ Σὴμ καὶ οἱ ἐξ αὐτῶν δίκαιοι· δεύτερος γὰρ ὁ καιρὸς καὶ ἡ κλῆσις δευτέρα, ὅτε καὶ διάφορα τὰ νόμιμα. οἱ δὲ περὶ τὴν ἕκτην κεκλημένοι ἐργάται οἱ κατὰ τοὺς Ἀβραάμ εἰσι χρόνους, ἐφ' οὗ πάλιν ἡ τῆς περιτομῆς νομοθεσία, οἱ ἑνδεκάτην οἱ κατὰ τὴν Χριστοῦ παρουσίαν, ἐφ' ὧν καὶ μόνων λέγεται τὸ τί ὧδε ποιεῖτε ὅλην τὴν ἡμέ ραν ἀργοί, ὅτι κυρίου ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ καὶ ἀργοὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐοικότες τοῖς ἐν ἀγορᾷ ἑστῶσιν καὶ μηδὲν ὅλως ψηλαφῶσιν, ἀλλ' εἰκῆ καὶ μάτην τὸν ἑαυτῶν διατρέχοντες βίον. οὓς καὶ προτρέπεται ὁ κύριος λέγων· τί ἑστήκατε (οὕτως λέγων) ἀργοί; πρὸς ὃν ἀνταποκρίνονται λέγοντες· οὐδεὶς ἡμᾶς ἐμισθώ σατο· οὔτε γὰρ Μωυσῆς οὔτε τις τῶν ἁγίων ἐκήρυξε τοῖς ἔθνεσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ. ὅμως ὁ κύριος εἰσπέμπει καὶ αὐτοὺς εἰς τὸν ἀμπελῶνα. πέντε δὲ κλήσεις <λέγει> γενέσθαι, ἵνα δείξῃ, ὅτι ἐν ἑκάστῳ καιρῷ ἦσαν εὐδοκιμοῦντες καὶ ἀστοχοῦντες ὡς αἱ "πέντε παρθένοι φρόνι μοι καὶ αἱ μωραὶ πέντε" δηλοῦσιν κατὰ τοὺς αὐτοὺς οὖσαι