ἐνταῦθα δὲ χεὶρ ἐναργὴς πέντε ῥόδων διῃρημένη ἀκρέμοσιν. ἀλλὰ τοῦτο μὲν μαρτύριον ἀψευδέστατον τῆς θεοειδοῦς ἐκείνης ψυχῆς. βούλει δέ τι ἴχνος ἰδεῖν καὶ τοῦ σώματος καὶ τῆς τῶν ἠθῶν ὁμοιότητος; ὅρα μοι τοίνυν τὸν θεοδώρητον τῆς πορφύρας βλαστόν, τοῦ βασιλείου γένους τὸ τελευταῖον καὶ θεσπέσιον ἄγαλμα, τὴν ζῶσαν καλλονήν, τὴν ἔμψυχον ἀρετήν. Ἀλλ' οἷόν τι πέπονθα. ἀνιέναι γὰρ τολμήσας πρὸς τὸ ὕψος καὶ μέγεθος τῶν σῶν ἀρετῶν, βαθμίδα μὲν οὐδεμίαν ἐπαναβέβηκα οὐδὲ τὸ ἴχνος ἐπῆρα τῆς γῆς, ἀλλὰ τοῦτο πολλάκις βουλόμενος, εἶτα δὴ μὴ δυνάμενος, ἐφ' ὁμαλοῖς τοῖς ἰσοπέδοις χωρῶ, καὶ τὸν ἥλιον κατὰ τῶν ὑδάτων θεώμενος αὐτὸν ὁρᾶν τὸν κύκλον δοκῶ καί τις ἐντεῦθεν τοῖς πολλοῖς ἔδοξα. καί σε παρὰ ταῦτα ὡς ὑπερφυὲς χρῆμα τεθήπασιν, ἐγὼ δὲ οὐδέν τι περὶ τῶν σῶν ἐθεώρησα, οὔθ' ἥτις ἡ περί σε σοφία ἐστίν, ὅτι ἐξ ἐπιστήμης καὶ νοῦ συγκειμένη καὶ περὶ τὰς ἀρχὰς πραγματευομένη καὶ τὰ ἐκ τῶν ἀρχῶν εἴδη δεικνύμενα, οὐθ' ὅτι περὶ τὰ πρακτὰ ὁρίζων τὴν φρόνησιν, ἐν οἷς αἴρεσις καὶ φυγή, τὰ μὲν αἱρῇ μετ' ἐπιστήμης, τὰ δὲ περιποιῇ. οὐδ' ἄλλο οὐδὲν τῶν σῶν εἴρηκα, ὡς τὴν μὲν ἀνδρείαν θάρσους καὶ φόβου πεποιηκὼς ἔχεις μεσότητα, φημὶ δὲ οὐ τὴν πολιτικὴν οὐδὲ τὴν ἐκ τῶν παθῶν, ἀλλὰ τὴν ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν, οὐδ' ὅτι τὴν πραότητα παρὰ μέρος ὀργιλότητος καὶ ἀοργησίας κειμένην ἑκατέρωθεν εἰληφὼς ἐπετήδευσας, καὶ τῇ ψυχῇ ἀφωσίωσας τήν τε ἐλευθερίαν ἑαυτῷ μόνῳ ὁρίζεις εἰς ἃ δοκεῖ καὶ ὅσα δεῖ ἀναλίσκοντι, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ. παρῆκά σοι καὶ τὸ μεγαλοπρεπές, ὡς μέσον ἀλαζονείας καὶ μικροπρεπείας τετήρηκας· οὐδ' ὅτι μὴ νεμεσᾷς εἶπον, φθόνον καὶ χαιρεκακίαν ἐκκλίνων. παρῆλθόν σοι καὶ τὸ μάλιστα ἐπιτιμότατον γνώρισμα, τὴν αἰδῶ, οὔτε καταπληττομένῳ οὔτε τωθάζοντι, καὶ τὸ τῆς γλώττης ἡδὺ ὡς οὐ βωμολόχον οὐδ' ἄγροικον, καὶ ὡς εἰδὼς ἀγάπην οὔτ' ἀπεχθάνῃ οὔτε συγχεῖς τοὺς ὅρους αὐτῆς παρὰ τὴν ὁμοτέρμονα κολακείαν, καὶ ὡς ἀληθεύων τὸν εἴρωνα καὶ ἀλαζόνα μισεῖς. κακίαι γὰρ αὗται ταῖς ἀρεταῖς παρακείμεναι, καὶ τῷ μὲν Ἀριστοτέλει νομοθετούμεναι, τῇ δὲ σῇ ψυχῇ κατορθούμεναι. Ὁρᾶτε, ὡς τὸν βορρᾶν ἀνιέναι ἐπαγγειλάμενος οὐδὲ τοῖς νοτίοις προσήγγισα μέρεσιν, ἀλλ' ἐκ γῆς φωνῶ καὶ εἰς ἀέρα δαίρω. καὶ λέγω μὲν οὐδὲν ὧν βούλομαι, σκηνὴν δὲ μόνην τοῦ λόγου προβέβλημαι. ἀλλά μοι σύγγνωθι, βασιλεῦ. μετὰ πάντων γὰρ ἥττημαι. ἄλλος μὲν γὰρ ἐν ἄλλοις ἄλλου κρείττων καὶ ὑψηλότερος, πρὸς δὲ τοὺς σοὺς ἐπαίνους ἶσοι πάντες τὴν παίδευσιν. βουληθεὶς γὰρ ὁ δημιουργὸς ἑνὶ τῶν πάντων ξύμπασαν καταχαρίσαι τὴν ἀρετήν, ἔμψυχόν σοι δημιουργεῖ τέμενος καὶ πλάττει μέν σοι ἡλιῶσαν μορφήν, ἐμπνεῖ δέ σοι ψυχὴν μὴ μολυνομένην ταῖς τῆς ὕλης ἐσχατιαῖς. ἐπὶ δὲ τῆς ἀκροτάτης τοῦ κράτους περιωπῆς τίθησιν, ἵν', ὅπερ ἐκεῖνός ἐστι πρὸς σέ, τοῦτο σὺ πρὸς ἡμᾶς γίνῃ, μετοχετεύων ἡμῖν τὰς ἐκεῖθεν πηγὰς καὶ διαμερίζων ταύτας εἰς ὀχετούς, ἵν' ὅσον ἂν ἕκαστος δύνηται, δέξηται. ὥσπερ γάρ τι κέντρον μέσον τῶν κρειττόνων καὶ ἡμῶν πηξάμενος, ὅσον ἐκείνων λείπῃ, τοσοῦτον ὑπερανέχεις ἡμῶν. Συγκρινῶ οὖν σε πρὸς τίνα; ὁ τίς τὸν τηλικοῦτον καὶ ὑπὲρ σύγκρισιν; ἐγώ τε γὰρ ὁ λέγων μερὶς ὀλίγη τῆς φύσεως, πρὸς ὅν τε ἂν παραβληθείης, αὐτὸς οὐχ ὑπὲρ ταύτην πιστεύεται· σὺ δὲ τὴν μὲν φύσιν ὑπερεφώνησας, τῶν δὲ νοερῶν ἐγγύτατα γέγονας τάξεων. τί οὖν; κεφαλὴν καὶ στέρνα τῷ λόγῳ δεδώκαμεν, οὐ στηρίξομεν δὲ ἐπὶ βάσεως, ἀλλ' ἐπὶ τῶν ἰγνύων ἐάσομεν; πολλοῦ γε καὶ δεῖ, πῶς οὖν καὶ τὸ ἄγαλμα τελεώσομεν καὶ τῷ ἐναντιουμένῳ συμβῶμεν καὶ κατὰ λόγον χωρήσομεν; σῶμά τι σὺ καὶ ἀσώματον, ἀμφότερον ὑπὲρ φύσιν καὶ κρείττονα. παραβαλοῦμεν οὖν σε τῶν σωμάτων τῷ λεπτοτάτῳ καὶ τῶν ἀσωμάτων τῷ μᾶλλον ἀδιαστάτῳ. τί δὲ ταῦτα; οὐρανὸς καὶ νοῦς, ὁ μὲν ἄλλο τι παρὰ τὰ τέσσαρα σώματα καὶ κύκλῳ κινούμενος καὶ συμπεριάγων ἀστέρας ἀπλανεῖς τε καὶ πλάνητας καὶ ἐν βραχεῖ ἀποκαθιστάμενος, ὁ δὲ τὴν ψυχικὴν