τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἂν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων καὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. Καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν «πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν», οὐ μόνα <δὲ> ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμ μένα, ὃς τῷ μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν· «Ἠδύνατο τοῦτο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων, καὶ δοθῆναι πτωχοῖς», τὸ δ' ἀληθὲς «κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν». Εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν, ὡς καὶ ὁ Ἰούδας, ὑπὲρ πενήτων, τὰ δὲ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος Ἰούδα. ∆ι' ἃ ὡς γάγγραινα νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ, ὁ διάβολος ἔβαλεν αὐτοῦ «εἰς τὴν καρδίαν» τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον «τὸ πεπυρωμένον» περὶ τούτου «βέλος» ὕστερον, αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ ἐπλήρωσεν αὐτόν. Καὶ τάχα ἐπὰν λέγῃ ὁ ἀπόστολος· «Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία», διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν, ἥτις ῥίζα πάντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ. 11.10 Ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς ὁ σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μὲν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δὲ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. Εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, οἱ λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἂν πῶς οὐ παρέλκει τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς καὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ καὶ τὸν λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω; Ἀλλὰ μήποτε ὃς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί, οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἱοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δὲ τῇ μιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. Εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μὲν ἐντολὴν παραβαίνουσι-πορεύονται γὰρ «ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτως»-, παρα βαίνουσι δὲ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. Ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μὲν περὶ τιμῆς πατρὸς καὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἂν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἂν ἐφυλάξατε. 11.11 Μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει· «Καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν» καὶ τὰ ἑξῆς. Καὶ προείπομέν γε ὅτι οὐκ αὐταῖς λέξεσιν ἀνέγραψεν ὁ Ματθαῖος τὸ προφητικόν. Εἰ δὲ δεῖ, διὰ τὸ εὐαγγέλιον χρησάμενον αὐτῷ, κατὰ τὸ δυνατὸν αὐτὸ διηγήσασθαι, προσληψόμεθα τὴν ἀνωτέρω λέξιν, χρησίμως, οἶμαι, ἡμῖν τετηρημένην εἰς διήγησιν τῆς ἐν τῷ εὐαγγελίῳ ἀπὸ τοῦ προφήτου εἰλημμένης. Ἔχει δὲ οὕτως ἀπ' ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν· «Ἐκλύθητε καὶ ἔκστητε, κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ' ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατα νύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες