27
διδασκαλίαν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. ∆εῖ δὲ προήκειν καθ' ἡλικίαν πολλῶν πεπειραμένον διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτῷ πολιτείας ὑποφαίνοντα. ∆όξα γὰρ πρεσβυτέρου πολιαί. Κἂν ἐν ἡλικίᾳ δὲ ἓν φρόνημά τι εὕρῃ πρεσβυτικὸν, οὐκ ἀτιμαστέον τὸ δῶρον. Πολιὰ γὰρ, φησὶ, φρόνησις ἐν ἀνθρώποις. Ὧν ἀφῃρημένων τῆς Ἱερουσαλὴμ ψευδώνυμοι νῦν οἱ παρ' Ἰουδαίοις πρεσβύτεροι. ∆ιὰ δὲ τῆς ἀφαιρέσεως τοῦ πεντηκοντάρχου, πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν δηλοῖ συγχυθήσεσθαι, ἀπὸ μέρους τὸ ὅλον εἰπὼν, ὅσον Ἰοθὸρ Μωϋσεῖ συνεβούλευσεν. Καὶ τὴν πᾶσαν δὲ πολιτικὴν εὐταξίαν παρίστησιν. Ἔτι γὰρ συνόντος αὐτοῖς τοῦ Χριστοῦ, καὶ καλοῦντος ἐπὶ ζωὴν τὴν αἰώνιον, ἦσαν ἔτι παρ' αὐτοῖς ἀρχιερεῖς, καὶ ἡγούμενοι Γραμματεῖς καὶ Φαρισαῖοι. Τὰ δεινὰ δὲ τολμήσαντες κατ' αὐτοῦ, τῶν ἀγαθῶν ἁπάντων ἐστέρηνται, καὶ συμβούλων τῶν εἰσηγουμένων τὰ δέοντα. Καὶ πρὸς τὰ βιωτικὰ μὲν γὰρ οἱ τοιοῦτοι λυσιτελεῖς, πρὸς δὲ τὰ ψυχικὰ, καὶ μάλα τοῖς πειθομένοις σωτήριοι. Ὧν τις ἀπορῶν, σκάφος ἐστὶν ἀκυβέρνητον ταῖς τρικυμίαις ἐκδεδομένον. Ἀφ' οὗ δὲ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο, τὸ πῶς παραδώσουσιν Ἰησοῦν τὸν θαυμαστὸν, ἀφηρέθησαν σύμβουλον, οὗ τὰς συμβουλὰς ἐθαύμα 1900 ζον. Ἐξεπλήττοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ταῖς δὲ παραινέσεσιν αὐτοῦ οὐκ ἐπείθοντο. Πῶς δὲ οὐ θαυμαστὸς, ἀντὶ τοῦ, Ὀφθαλμὸν ἀντ' ὀφθαλμοῦ, συμβουλεύων στρέφειν τῷ παίοντι καὶ τὴν ἄλλην σιαγόνα, μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν κακῶς, μὴ κρίνειν ἐχθρὸν, νικᾷν δὲ ἀγάπῃ τὴν ἔχθραν; Τὸν οὖν τοιαῦτα συμβουλεύοντα, διὰ τὸ μὴ παραδεχθῆναι παρ' αὐτῶν, ἀφεῖλεν Κύριος καὶ πρότερον τοὺς προφήτας τὰ εἰς σωτηρίαν Ἰουδαίοις εἰσηγουμένης. Σοφὸς δὲ ἀρχιτέκτων, πᾶς οἰκοδομεῖν ἐκκλησίαν εἰδὼς, ὡς ὁ Παῦλος εἰπὼν, "Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα." Καθ' ὃν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ λέγοντα, συνοικοδομεῖσθαι εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Καὶ τὸ, διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβαλόντας τὸν θαυμαστὸν σύμβουλον τὸν Θεοῦ Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ ἀρχιτέκτονος τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ καὶ συνετὸν ἀκροατὴν ἀφαιρεῖ τὸν ἔχοντα διάκρισιν Πνεύματος, καὶ συνιέντα, τίς μὲν ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, τίς δὲ ὁ ἐν Βεελζεβούλ. ∆ιὸ καὶ Παῦλός φησιν· "Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε." Εἰ δὲ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς ἐπήκοον οὖς· ὅπου λόγος οὐκ ἔστιν, οὐδ' ἀκοῆς χρεία. Τοῦ δὲ θαυμαστοῦ συμβούλου παραιρεθέντος, καὶ ὁ συνετὸς ἀκροατὴς συναφῄρηται. Μὴ ὄντος γὰρ ἀργυρίου, τραπεζίτης ἀργεῖ· λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων, ὁ δὲ συνιεὶς μὴ παρῇ, τῷ μὴ ἔχειν ὦτα ψυχῆς, ἃ ζητεῖ Χριστὸς πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν, λέγων, "Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω." Καὶ ἐκ τούτων δὲ πάντων συνίσταται τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι· οὔτε γὰρ κατὰ τοὺς Ἡσαΐου χρόνους, οὔτε κατὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν, ταῦτα γεγένηται. Πολλοί τε γὰρ συνῆσαν προφῆται πρὸ τῆς πολιορκίας αὐτοῖς. Ἐπὶ τῆς τε Βαβυλῶνος κατὰ τὴν ἐκεῖθεν ἐπάνοδον. Εἶχον δὲ καὶ διοικητὰς τοὺς κρίνοντας τὸν λαόν. Ἐν μὲν γὰρ Βαβυλῶνι ∆ανιὴλ κρίνει τοὺς πρεσβυτέρους. Μετά τε τὴν ἐπάνοδον ἦν Ἰησοῦς, ὁ τοῦ Ἰωσεδὲκ, καὶ Ζωροβάβελ ὁ τοῦ Σαλαθιήλ. Καὶ μετ' αὐτοὺς Μακαβαίους ἐγένοντο χρόνους. Καὶ πεντηκόνταρχοι δὲ πάντως ὡς ἐν τάξει πολεμικῇ, καὶ ὡς εἰκὸς σύμβουλοι θαυμαστοὶ, καὶ λόγων σοφῶν ἀρχιτέκτονες, κατὰ Παῦλον τῆς Ἐκκλησίας τὸν ἀρχιτέκτονα. Καὶ συνετοὶ 1901 δὲ ἀκροαταὶ οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρινον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες πνεύματι κριτικῷ, κατὰ τὸν λέγοντα, ᾧ μὲν προφητείαν δεδόσθαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Πάντων δὲ τούτων ἐκπεσόντες μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν