μένων αὐτῷ δύο χρυσενδύτων ὡσεὶ πραιποσίτοις μάχαιραν ἐπιδίδωσι, καί φησιν τάχει ἐκνεύσας τὸν μὲν βασιλέα τῷ δεξιῷ ἀφώρισεν, τὸν δὲ θεόργιστον Καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου, καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον. 42. Μετὰ γοῦν τὸ πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ ἦλθεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων, καὶ Βασίλειος κατὰ τοῦ Καίσαρος ἐμελέτα. ἦσαν δὲ ἐν τῇ βουλῇ Μαριανὸς ὁ ἀδελφὸς αὐτοῦ καὶ Συμβάτιος ὁ γαμβρὸς τοῦ Καίσαρος καὶ Βάρδας ὁ ἀδελφὸς Συμβατίου καὶ Πέτρος ὁ Βούλγαρος καὶ Λέων ὁ Ἀσσύριος ἐξάδελφος αὐτοῦ, Ἰωάννης τε ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. διέγνω δὲ ταῦτα Ἰωάννης ὁ Νεατοκόμιτος, καὶ δηλοῖ διὰ Προκοπίου τῷ Καίσαρι. ὁ δὲ ἀντιδηλοῖ αὐτῷ "νέος εἶ, καὶ ληρεῖς ἐγείρων ζιζάνια." ἄϋπνος δὲ ὁ Καῖσαρ διατελέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ καὶ βουλὴν ἐζήτει. Φιλόθεος δὲ ὁ πρωτοσπαθάριος καὶ γενικὸς προσφιλὴς αὐτοῦ ὢν λέγει τῷ Καίσαρι "αὔριον, δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικόν σου χιτῶνα καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται." τοῦ δὲ ἡλίου ἀνατείλαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτόν. 679 θὼν δὲ Βασίλειος καὶ τῇ χειρὶ κρατήσας εἰσήγαγε πρὸς τὸν βασιλέα. ὁ δὲ τῷ βασιλεῖ ἔφη "τοῦ λαοῦ παντός, δέσποτα, συνειλεγμένου πρόσταττε διαπερᾶσαι ἐν τῇ Κρήτῃ." καὶ εὐθὺς ὁ Βασίλειος ὄπισθεν ἑστὼς δίδωσιν αὐτῷ μετὰ ξίφους. οἱ δὲ λοιποὶ μεληδὸν αὐτὸν κατέκοψαν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. ἦν δὲ ὡσεὶ ὥρα τρίτη. καὶ εὐθὺς ὑποστρέφουσι πρὸς τὴν πόλιν. ἐλθόντων δὲ αὐτῶν κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, μοναχός τις ἐφ' ὑψηλῆς τῆς πέτρας ἐπεφώνει μεγάλως τῷ βασιλεῖ "καλὸν ταξείδιον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιόν σου καὶ συγγενῆ ἀνελών. οὐαί σοι, ὅτι ταῦτα ἐποίησας." θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος πέμπουσιν ἀνελεῖν τὸν μοναχόν. οἱ δὲ παρατυχόντες ἔπεισαν τὸν ἀποσταλέντα ἄνουν καὶ δαιμονῶντα εἶναι τὸν μοναχόν. διὸ καὶ μόλις παρῆλθεν ὁ μοναχὸς τῆς τιμωρίας. 43. Τῇ δὲ ἁγίᾳ πεντηκοστῇ ἔστεψεν ὁ βασιλεὺς Μιχαὴλ καὶ Φώτιος πατριάρχης ἐν τῇ ἁγίᾳ Σοφίᾳ Βασίλειον τὸν παρακοιμώμενον εἰς βασιλέα, τόμον ἀναγνοὺς διὰ Κάστορος ἀσηκρῆτις ἔχοντα οὕτως. "Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου καὶ Βασιλείου ἐμηνύθη μοι, οὐκ ἐν τοῖς ζῶσιν ἤμην. ὅθεν καὶ ἐτελεύτησεν ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέλω δὲ Βασίλειον τὸν παρακοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά με καὶ πόθον πρός με πολὺν ἔχοντα, 680 εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ προνοητήν, καὶ ὑπὸ πάντων εὐφημεῖσθαι ὡς βασιλέα." καὶ εὐφήμησαν πάντες "Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη." ὁ δὲ τὸν τόμον ἀναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ καὶ ἐλθὼν εἰς μονὴν ἀνδρῴαν ἔμεινεν μέσον λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ πεσὼν ἐν αὐτῷ ἀπεπνίγη. 44. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος αὐτοῦ κινεῖται· καὶ συμβουλευσάμενος μετὰ Γεωργίου τοῦ Πηγάνη αἰτεῖται στρατηγὸς προβληθῆναι, καὶ γίνεται. ἀντ' αὐτοῦ δὲ προβάλλεται λογοθέτης τοῦ δρόμου ὁ Γοῦμερ. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης καταστρέφουσι τὸν λαὸν καὶ πυρπολοῦσι τὰς χώρας (ἦν γὰρ καιρὸς τοῦ θέρους), εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποκηρύττοντες. τοῦτο μαθόντες οἱ βασιλεῖς γράφουσι τοὺς λοιποὺς στρατηγοὺς καταπολεμῆσαι αὐτούς. Νικηφόρος δὲ ὁ Μαλέϊνος ἔρριψεν ἔγγραφα μετὰ παντὸς τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσι καὶ μὴ εἰς ἐμφύλιον ἐμπέσωσι πόλεμον. κρατεῖται οὖν ὁ Πηγάνης, καὶ εἰσαχθεὶς ἐν τῇ πόλει ἀποτυφλοῦται, καὶ καθίζουσιν αὐτὸν ἐν τῷ Μιλίῳ προσαιτεῖν. κρατεῖται δὲ καὶ ὁ Συμβάτιος παρὰ τοῦ Μαλεΐνου εἰς Κελτζινήν· καὶ εἰσαχθέντος εἰς τὸν ἅγιον