De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Ἰουστινιανοῦ καὶ ἵσταται ἐν τῷ πρώτῳ ὀμφαλίῳ τοῦ αὐτοῦ τρικλίνου. Ἑνωθέντες δὲ οἱ πατρίκιοι καὶ στρατηγοὶ ἐκεῖσε καὶ ἡ λοιπὴ σύγκλητος καὶ πεσόντες, νεύοντος τοῦ πραιποσίτου ἀπὸ κελεύσεως σιλεντιαρίῳ τῷ 1.79 ἑστῶτι ἐν μέσῳ τῆς δοχῆς, κἀκεῖνος λέγει· "Κελεύσατε". Αὐτοὶ δὲ ὑπερεύχονται τῷ βασιλεῖ· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους". Οἱ δὲ σπαθαροκανδιδάτοι καὶ οἱ σπαθάριοι ἵστανται ὄπισθεν τῶν πατρικίων, καὶ ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν ὡς εἴθισται αὐτοῖς ἐν ἑκάστῃ προελεύσει τοῦτο τελεῖν. ∆ηριγευόμενος δὲ ὑπ' αὐτῶν ὁ βασιλεὺς διέρχεται ἐπὶ τὰ Σκῦλα, ἐν δὲ τῷ Ἱπποδρομίῳ ἵστανται κανδιδάτοι, σκρίβονες καὶ βασιλικοὶ μανδάτορες ὡς μέλλοντες δηριγεύειν τὸν βασιλέα ἡνίκα ἐξέλθῃ ἐν τῷ Ἱπποδρόμῳ. Καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ἱπποδρόμῳ, δηριγευόμενος ὑπ' αὐτῶν πάντων καὶ τῶν προειρημένων, διέρχεται διὰ τοῦ Ἱπποδρόμου, τὰ δὲ πλήθη τῶν ὄχλων ἵστανται ἐν τῷ Ἱπποδρόμῳ ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ διελθὼν ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ πάντων διὰ τῶν παλαιῶν ἀσηκρητειῶν, ἀπέρχεται ἐν τῷ ναῷ τοῦ Ἁγίου Σεργίου. Μέλλοντος δὲ τοῦ βασιλέως εἰσέρχεσθαι ἐν τοῖς κατηχουμενίοις, μένουσιν ἔξω τῆς πύλης πατρίκιοι καὶ στρατηγοί, ὁ δὲ ἡγούμενος τοῦ αὐτοῦ ναοῦ δέχεται ἐκεῖσε τὸν βασιλέα ἀπὸ τῆς πύλης, βαστάζων θυμιατὸν καὶ θυμιῶν ἔμπροσθεν τοῦ βασιλέως. Ὁ δὲ βασιλεύς, εἰσελθὼν ἐν τοῖς κατηχουμενίοις, ἅπτει κηροὺς ἀπέναντι τοῦ θυσιαστηρίου ὕπερθεν τῶν βασιλικῶν πυλῶν καὶ εὔχεται ἐκεῖσε· εὐξάμενος δὲ ἐν τῷ ὄντι τῶν κατηχουμενίων εὐκτηρίῳ τῆς ὑπεραγίας Θεοτόκου, ἅψας δὲ κἀκεῖσε κηροὺς καὶ εὐξάμενος ἐξέρχεται, καὶ ἵσταται ἐν τῷ παρακυμπτικῷ τοῦ θυσιαστηρίου, ἐν ᾧ εἴθισται αὐτῷ καθ' ἑκάστην προέλευσιν ἵστασθαι καὶ ἐκτελεῖν τὴν θείαν λειτουργίαν, ἅπτει δὲ κἀκεῖσε κηρούς. Τῷ δὲ καιρῷ τῆς θείας κοινωνίας ἀνέρχεται ὁ ἱερεὺς μετὰ καὶ λοιπῶν ἱερέων, προσφέρων τὸ τίμιον δῶρον, καὶ 1.80 εἰσελθόντος τοῦ ἱερέως μετὰ τοῦ τιμίου δώρου, κοινωνεῖ ὁ βασιλεὺς ἐν τῷ εὐκτηρίῳ καὶ ἐξελθὼν εἰσέρχεται ἐν τῷ μητατωρίῳ. Κοινωνήσαντες δὲ καὶ οἱ τοῦ κουβουκλείου ἅπαντες, ἀπέρχονται οἱ ἱερεῖς καὶ προτιθέασι τὸ τίμιον δῶρον ἐν τῷ ἀντιμισίῳ τῷ ὄντι ἀπέναντι τοῦ θυσιαστηρίου ὕπερθεν τῶν βασιλικῶν πυλῶν, καὶ προσκληθέντες οἱ πατρίκιοι, στρατηγοί τε καὶ ἡ σύγκλητος παρὰ τοῦ τῆς καταστάσεως κοινωνοῦσι, καὶ εἶθ' οὕτως κατέρχονται οἱ ἱερεῖς πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, διέρχεται ὁ βασιλεὺς διὰ τῶν κατηχουμενίων, καὶ κατελθὼν ἐν τῷ τρικλίνῳ, καθέζεται ἐπὶ τῆς αὐτοῦ τιμίας τραπέζης μετὰ καὶ φίλων, ὧν ἂν κελεύῃ καλέσαι. Κραματίσας δὲ καὶ ἀναστάς, περιβάλλεται τὸ τζιτζάκιν, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, μαγλαβιτῶν τε καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τῶν κατηχουμενίων. Ὁ δὲ ἡγούμενος θυμιᾷ ἔμπροσθεν τοῦ βασιλέως μέχρι τῆς ἐξαγούσης πύλης τῶν κατηχουμένων. Ἐξελθόντος δὲ τοῦ βασιλέως τὴν αὐτὴν πύλην, δέχονται αὐτὸν πατρίκιοι καὶ στρατηγοὶ ἐν τῇ αὐτῇ πύλῃ, ἐν ᾗ καὶ ἔμειναν ἐν τῇ εἰσόδῳ τοῦ βασιλέως, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν προειρημένων κατὰ τὴν αὐτὴν τάξιν, διέρχεται διὰ τῶν παλαιῶν ἀσηκρητειῶν καὶ τοῦ Ἱπποδρόμου, οἱ δὲ πατρίκιοι μένουσιν εἰς τὰ Σκῦλα, ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τοῦ τῆς καταστάσεως, μετὰ τῶν σιλεντιαρίων διέρχεται διὰ τοῦ Ἰουστινιανοῦ τρικλίνου. Ὁ δὲ τῆς καταστάσεως μένει μετὰ τῶν σιλεντιαρίων ἐν τῇ πύλῃ τοῦ Λαυσιακοῦ, ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Κακεῖθεν δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου. εἰσέρχεται διὰ τοῦ Τριπέτωνος ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ἀπαλλάξας τὸ τζιτζάκιν, καθέζεται ἐπὶ τῆς αὐτοῦ 1.81 τιμίας καὶ χρυσῆς τραπέζης μετὰ καὶ φίλων, οὓς ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι. Χρὴ δὲ εἰδέναι καὶ τοῦτο, ὅτι ταύτῃ τῇ ἡμέρᾳ ἀπέρχεται ὁ πατριάρχης ἐν Βλαχέρναις μετὰ λιτῆς, καὶ ἐν τούτῳ οὐχ εὑρίσκεται εἰς τὴν προέλευσιν ταύτην.
1.82 ΚΑʹ (ΙΒʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ δʹ τῆς διακαινησίμου, καὶ ὅσα ἐν
αὐτῇ τελεῖται.
Προέρχονται πάντες, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ὡς ἀνωτέρω προείρηται, καὶ