μοῖράν τινα τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπὶ τάδε, Κελτούς τε τοὺς γειτνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δὲ Κομάτους Λεύκιος Πλάγκος ὑφ' αὑτῷ πεποίητο σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδεδειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάιος Ἀσίνιος ἄλλου στρατοῦ ἄρχων ὑπῆκτο. ∆έκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ' ὃν ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος, Μακεδονίᾳ δὲ Γάιος Βροῦτος ἔφεδρος ἦν, ὅσον οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ' αὐτήν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀποδέδεικτο τῆς Ἰλλυρίδος στρατηγός. τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ τοσοίδε ἄρχοντες, αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, 52 ἀνῃρημένου παντὸς νομίμου καὶ δικαίου, κατ' ἰσχὺν δὲ τὴν ἑκάστοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμπαν κράτος καταλέλειπτο νομίμως κατά τ' ἐξουσίαν τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστινοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν [τε] ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμασιν· ἅπερ ὕστερον ἐπρυτάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. ὁ δὲ Καῖσαρ ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικώς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπιτηρῶν. Πρώτη δ' ἐν τῇ πόλει κίνησις γίνεται ἐκ τῶν πατρικῶν αὐτοῦ στρατιωτῶν ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ' ἀρχὰς μὲν ἐν ἑαυτοῖς λογοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος τὸν ἐκείνου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος ἢ ὁσίου. μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν, (τούτοις γὰρ κἀκεῖνος ἐθάρρει) καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι καὶ μεμνῆσθαι ὧν ἐπέσκηψεν ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιορᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπομνημάτων διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ἀποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφελιμωτάτην. ταῦτα λεγόντων, ὡς μὴ δοκοίη ἐναντιοῦσθαι τῇ ὁρμῇ Ἀντώνιος, ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴ γε μετριάζοι κἀκεῖνος τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων ἐκείνων καὶ ἐπακροωμένων. οἱ δ' ἐπῄνουν καὶ συνέθεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον καὶ μεσιτεύειν τὰς διαλλαγάς, εἰ αὐτὸς ἐθέλοι. συνέφη δ' οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ ∆ιὸς ἱερόν, ἐκεῖνοί τε ἔπεμψαν ὡς τὸν Καίσαρα. οἱ δὲ συνερρύησαν ἄσμενοι πολλοὶ καὶ ἦλθον, ὥστ' ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντός τινος αὐτῷ, διότι πλῆθος ἥκοι στρατιωτῶν ἐπὶ τὰς θύρας, οἱ δ' ἐντὸς εἶεν ζητοῦντες αὐτόν. ὁ δὲ ταραχθεὶς τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπεχώρησε σὺν τοῖς φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν ἀνθρώπων ἐπυνθάνετο δια 53 κύπτων ὅ τι βούλοιντο καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐτοὺς οἰκείους ὄντας στρατιώτας. οἱ δ' ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέγονε ταῦτα· δεῖν δ' αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. εἷς δ' αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. ἄλλος δὲ μεῖζον ἐπιφθεγξάμενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. καὶ ὃς θαρρῶν ἤδη ἐπ' αὐτοῖς κατέβη τε καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε καὶ προθυμίᾳ. ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καπιτώλιον ἁμιλλώμενοι τῇ