χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ καιρὸς ἕως τῆς συντελείας ἐστὶν ὁ μετὰ τὴν ἑνδεκάτην ὥραν καθὼς ὁ Ἰωάννης φησίν· "ἐσχάτη ὥρα ἐστίν"), ἐν ᾗ ὁ οἰκοδεσπότης, φησίν, ἀπὸ τῶν τελευταίων <κελεύει> δοθῆναι τὸν μισθόν. οἰκοδεσπότης δὲ νοηθεί<η> ὁ πατὴρ χρώμενος τῷ υἱῷ διανομεῖ οὐχ ὡς ὑπουργῷ, ἀλλ' ὡς <συνεργῷ> ὅτι δι' αὐτοῦ διοικεῖ καὶ ἐνεργεῖ πᾶν, ὅ τι οὖν βούλεται. δίδωσιν δὲ πᾶσιν τὸ ἀνὰ δηνάριον, ὅ ἐστιν ἡ τοῦ πνεύματος χάρις συμμόρφους ἀποτελοῦσα τοὺς ἁγίους θεῷ καὶ τοὺς ἄνω χαρακτῆρας ἐν ταῖς ἐκείνων ψυχαῖς ἐγχαράττουσα καὶ εἰς ζωὴν ἀνά γουσα καὶ ἀφθαρσίαν. ἐν τούτοις δὲ οἱ πρῶτοι δοκοῦσιν πλεῖον τῶν ἐσχάτων κεκοπιακέναι ὡς τὴν τοῦ διαβόλου πύρωσιν ἐπὶ πλεῖον ὑπο στάντες οὔπω τῆς ἁμαρτίας κατηργημένης καὶ τῆς φθορᾶς καὶ τοῦ θα νάτου· τὸ πρᾶγμα γάρ, εἰ κατ' ἰσότητα ἐξετάζοιτο, πλεῖόν τι τοῖς προ τέροις ὀφειλόμενον ὑποβάλλει, ὅτι θανάτου καὶ διαβόλου κρατοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. οἱ δὲ ἔσχατοι ἀντὶ κόπων τὴν τοῦ δεσπότου ἔχοντες φιλο τιμίαν πρῶτοι τὸν μισθὸν δέχονται, ἐπείπερ πάντες οἱ μετὰ τὴν ἐπι δημίαν διὰ τοῦ βαπτίσματος καὶ τῆς πρὸς τὸ πνεῦμα συναφείας "θείας" γεγόνασιν "κοινωνοὶ φύσεως" καὶ υἱοὶ θεοῦ ἐχρημάτισαν τῶν πρὸ τῆς ἐπιδημίας πάντων γεννητῶν γυναικῶν χρηματιζόντων, μελλόντων δὲ καὶ αὐτῶν πρὸς τοῦτο καλεῖσθαι· εἰ γὰρ καὶ γεγόνασι μέτοχοι πνεύματος οἱ προφῆται, ἀλλ' οὖν οὐχ ὡς οἱ πιστοί, τρόπον τινὰ τοῦ ἁγίου πνεύματος ταῖς τῶν πιστῶν ψυχαῖς ὡσανεὶ ζύμης γενομένου καὶ ὅλον τὸν ἄνθρω πον μετατιθέντος εἰς ἑτέραν βίου κατάστασιν. διὸ καὶ "θείας" γινόμεθα "κοινωνοὶ φύσεως" καὶ ἐκ παρρησίας βοῶμεν "ἀββᾶ ὁ πατήρ". οἱ δὲ ἀρχαιότεροι οὐ τῆς αὐτῆς ἔτυχον χάριτος. διὸ καὶ ὁ Παῦλός φησιν· "οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας" ὡς ὅτι οἱ ἀρχαῖοι "πνεῦμα δουλείας" ἐλάμβανον οὐκ ἔχοντες τὸ τῆς υἱοθεσίας ἀξίωμα. πρῶτοι οὖν λαβόντες τὸ νοητὸν δηνάριον ἀναγκαίως τῶν ἄλλων προτετιμῆσθαι λεγόμεθα. 227 Mt 20 , 23 Ἐρωτᾷς, εἰ λοιπόν τινες μέλλουσιν καθεσθῆναι· μάθε, ὅτι οὐδείς· μόνης γὰρ τῆς πρώτης οὐσίας τὸ τοιοῦτόν ἐστιν καὶ οὐκ ἀνθρωπίνης· μὴ νοήσαντες γὰρ οἱ ἀπόστολοι τί ἐστιν τὸ καθεσθῆναι "ἐπὶ δώδεκα θρόνους" καὶ ὅ τι τὸ δοξασθῆναι τότε δηλοῖ τοιαύτην ἐζήτουν καθέδραν. 228 Mt 21, 1-7 Πρὸ πέντε ἡμερῶν τοῦ σωτηριώδους αὐτοῦ πάθους ἀναπληρῶσαι βουλόμενος καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς περὶ αὐτοῦ εἰρημένας κελεύει τοῖς δυσὶ μαθηταῖς ἀπιέναι εἰς τὸ κωμύδριον τὸ ἀντικρὺ Βηθ φαγὴ καὶ Βηθανίαν καὶ ἐνέγκαι τὸν ἀσαλῆ πῶλον αὐτοῦ. ὅτι δὲ ὁ μὲν Ματθαῖος ὄνον καὶ πῶλον ἀγηοχέναι τῷ κυρίῳ λέγει, Λουκᾶς δὲ καὶ Μᾶρκος ἑνὸς μόνου ὑποζυγίου ἀπεμνημόνευσαν, οὐ μάχης τὸ εἰρημένον· τοῦ γὰρ πώλου ἀγομένου κατὰ τὸ κελευσθὲν ὑπὸ τῶν μαθητῶν ἐφήλατο καὶ ἡ ὄνος τῷ αὐτῆς τέκνῳ ἀκολουθοῦσα ὡς φιλόστοργος μήτηρ. 229 Mt 21, 1-3 ∆ύο δέ φησιν εἶναι τοὺς μαθητάς, ὅ ἐστιν ἀποστόλους καὶ εὐαγ γελιστάς, οἵτινες γεγόνασιν συνεργοὶ καὶ ὑπηρέται Χριστοῦ πρὸς τοῦτο. ἢ καὶ εὐαγγέλους λέγει τοὺς ὑπηρετοῦντας Χριστῷ πρὸς ἡμετέραν λύτρωσιν "ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου". εἰ δὲ ἐρωτήσει ὁ καταδήσας αὐτοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν "τί ποιεῖτε", ἀλλ' οὖν οὐ δυνάμενος ἀντιστῆναι τοῖς τοῦ σωτῆρος λόγοις σιωπήσεται οὐχ ἑκὼν διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως· θεία δὲ ἡ κλῆσις ἐν τούτῳ δεδήλωται. 230 Mt 21, 7-9 Ἐρχόμενος λέγεται ὁ Χριστὸς ὡς ἄνωθεν ἐλθών, ὅτι θεὸς