ὑπερπίπτων οὐσίαν καὶ τῶν εἰδῶν ἔχων συνεπτυγμένους τοὺς λόγους καὶ παρ' ἓν ἥκιστα διαιρούμενος. σὺ δὲ ὁ τοιοῦτος οὐ πᾶσαν μὲν ἀρχήν, πᾶσαν δὲ ἡγεμονίαν εὐθυτάτως φερομένην ἢ πλανωμένην τῷ σῷ περιάγων θελήματι, οὐκ ἐχόμενος παρὰ τῆς θείας ἁπλότητος, οὐκ ἐν ἀμερεῖ χρόνου ῥοπῇ πάντα περινοούμενος, οὐ τὴν φύσιν αἰθέριος, οὐ νοερὸς τὴν διάνοιαν καὶ πάντα ἔχων καὶ αὐτὸς ὢν τῶν πάντων τὸ κάλλιστον; καὶ τίς ἀντερεῖ, εἰ μὴ τὴν γνώμην ἐλαύνεται; Ὑμεῖς δὲ τί φατε οἱ παρ' ἑκάτερα τοῦ σταδίου, οἱ τῶν ἐμῶν λόγων δοκιμασταὶ καὶ κριταί; ἆρά γε δεδώκαμέν τι τῷ ἀγῶνι λόγου ἐπάξιον; ἢ ὁ μὲν ἀθλητὴς ἄνω ποι κάθηται, ἡμεῖς δὲ δοκοῦμεν σκιαμαχεῖν ἀτεχνῶς; ὁρῶ γὰρ ἐνίους ὑμῶν τοῦτο δεικνύντας τοῖς σχήμασι καὶ ὑπ' ὀδόντα φωνοῦντας, ὅτι μηδὲ πεπλησίακα πρὸς ὃν ἠγώνισμαι. ἐγὼ δὲ τοῦτο λαμπρῶς βοήσομαι τῇ φωνῇ· ἐκράτησας σὺ μόνος, ὦ βασιλεῦ, τῆς ἐμῆς ἐν τοῖς λόγοις δυνάμεως καὶ νενίκηκας. ἑόρταζε τοίνυν τὰ ἐπινίκια καὶ λαμπρὸν ἐπὶ τοῖς τροπαίοις κάταγε θρίαμβον καὶ στεφανωσάμενος θῦε τὰ Μονομάχεια. 5 Λόγος πρὸς τὸν βασιλέα κῦριν Κωνσταντῖνον Μονομάχον Οἱ μὲν ἄλλοι, θειότατε βασιλεῦ, τεχνικῶς σοι τῷ δοκεῖν προσάγοντες τὰ ἐγκώμια ἄτεχνόν τι τοῦτο μόνον ποιοῦσι, τὰς ἀρετάς σοι τῷ λόγῳ ὑποβαλλόμενοι, ὅσας σοι καὶ γένος καὶ τύχη καὶ πρᾶξις συνηρανίσαντο· διδόασι γὰρ ὑποψίαν, ὡς οὐχὶ τὸ ἑκάστου μέγεθος, ἀλλὰ τὸ τῶν πολλῶν πλῆθος τὴν τοῦ ἐγκωμίου τίθησιν αὔξησιν. ἐγὼ δὲ τἆλλα μὲν ἐκείνων ὑστερῶ καὶ τοὺς τῆς τέχνης ἑκὼν παραβαίνω κανόνας, ὅτι σοι μηδὲ ῥήτωρ δημηγόρος παρίσταμαι, τούτῳ δὲ τεχνικώτερος ἐκείνων φανοῦμαι, ὅτι καὶ γένους καὶ τύχης καὶ τῶν ἀπείρων σου πλεονεκτημάτων ἐκείνοις παραχωρήσας αὐτὸς ὀλίγων ἁψάμενος ἐντεῦθέν σοι τὸ κατὰ πάντων κράτος δείξω λαμπρότερον. καὶ σὺ μὲν ὁ τὴν ῥητορικὴν τέχνην ἐπαγγελόμενος τοὺς σοὺς κανόνας σεβόμενος, τῇ λαμπρῇ πατρίδι τὴν τῶν προγόνων ἐπισύναπτ[ε εὔ]κλειαν· καὶ ταύτῃ τὴν ὄγκον τῆς τύχης καὶ τὰ ἐν τῇ γενέσει καινά, τό τε κράτος τῆς φύσεως καὶ τοῦ νοὸς τὴν ὀξύτητα πρόσθες, εἰ βούλει, καὶ τὴν ὥραν τοῦ σώματος, τὸ εὐειδές τε καὶ εὔμηκες, τὸ ἱλαρόν τε καὶ χάριεν, τά τε ἄλλα καὶ τὰ πρὸ τῆς βασιλείας. αὐτῇ προσφύω ὅσα τε κεκαινοτόμηται ἐν αὐτῇ καὶ ὅσα μετὰ ταύτην τεθαυματούργηται, καὶ γὰρ ὡς ἀληθῶς θαύματι ἐοίκασιν ἅπαντα. καὶ σὺ μὲν ταῦτα διαίρει τῷ λόγῳ καὶ μέριζε καὶ ἑκάστῳ κατάλληλον δίδου τὸν ἔπαινον. ἐγὼ δὲ ταῦτα παραιτησάμενος ὡς καὶ λόγου μείζονα καὶ ἀσύμμετρα τῷ καιρῷ. πρὸς ἐκεῖνα δὴ χωρήσω τῷ λόγῳ, ὅσα δή σοι μετὰ τὸ κράτος πεπόνηται καὶ κατώρθωται. αὐτίκα γὰρ τὴν ἄνωθεν ψῆφον ἐδέξω παρὰ θεοῦ καὶ εὐθὺς ὡς οἷά τις ἥλιος φαεινὸς ὡς ἀπό τινος κέντρου καὶ διαστήματος, τῶν ἀνακτόρων ἀρξάμενος πολλῷ τῷ δρόμῳ τὰς τῶν εὐεργετημάτων ἀκτῖνας ἐπαφῆκας τοῖς πέρασι, οὐκ ἐνταῦθα μὲν αὐγαζούσας, ἐκεῖθεν δὲ μὴ προπεμπούσας τὸ φῶς, ἀλλὰ πᾶσαν γῆν τε καὶ θάλασσαν εἴσω τοῦ κύκλου τῶν σῶν ἀρετῶν περιλαμβανούσας· ἔδει γάρ ποτε τὴν τότε κατέχουσαν μεταβληθῆναι σκοτόμαιναν καὶ πρὸς αἰθρίαν ἐπανελθεῖν τὰ ἡμέτερα· ὅθεν καὶ μετεβέβλητο, ἄθρει γάρ μοι πᾶς ὁ βουλόμενος πενήτων ἐντεῦθεν προμήθειαν, προστασίας τῶν δεομένων, ὀρφανῶν ἀντιλήψεις, κυβερνήσεις, κηδεμονίας ἀτυχούντων, συμφορῶν λύσεις, ἀπαλλαγὰς δυσχερῶν, ἀδικημάτων ἀποκοπάς, χρεῶν ἀποβολάς, εὐεργετημάτων ὑπερβολάς, μεταβολὰς δυσχερῶν καὶ πού τις ἄλλος ἐπ' ἐγκλήμασι καὶ τῆς πατρίδος ἀπεληλαμένος μακρὰν ἡδὺ θέαμα τοῖς φιλτάτοις ἀνεκομίζετο· κτήματα ἀπεσῴζοντο, χρήματα τἆλλα, ἃ μηδ' ὄναρ ἰδεῖν ποτε προσεδόκησεν. Οὕτω σοι πάντοθεν αὐτίκα