τὰ κρυπτά. Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα· καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπιστα μένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. Καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος» καὶ τὰ ἑξῆς ἕως τοῦ «οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν». Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν «τοὺς ὀφθαλμοὺς» τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων «πνεύματι κατανύ ξεως», ἀπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν «τὰ κρυπτὰ» ἄρχοντας αὐτῶν. Ἅπερ, οἶμαι, γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ· γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλων μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, «ὡς λόγοι βιβλίου ἐσφραγισμένου». Τὸ δὲ «ἐσφραγισμένου» εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ καὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχήν, διὰ τὸ μὴ εἰδέναι γράμματα, ἀναγνῶναι αὐτὸ δυναμένοις καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσ κουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. Καλῶς οὖν ἐπιφέρει <τού>τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστὰς μανῇ κατ' αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ' αὐτοῦ «πνεύματι κατανύξεως», ὃ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν ὁ λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. Ἐπὰν δὲ γένηται τὰ προφητικὰ αὐτοῖς «ὡς λόγοι βιβλίου ἐσφραγισμένου», οὐ μόνον τοῖς μὴ εἰδόσιν, ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν ὁ κύριος μόνῳ «τῷ στόματι» ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων τῷ θεῷ· καὶ «τοῖς χείλεσι» τιμᾶν αὐτόν φησι, διότι «ἡ καρδία αὐτῶν» διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου. Καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἂν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δὲ σέβονταί με· οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ, ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. Ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε «τὴν σοφίαν» αὐτῶν τῶν παρ' αὐτοῖς σοφῶν-οὐκέτι γάρ ἐστι σοφία παρ' αὐτοῖς ὡς οὐδὲ προφητεία-, ἀλλὰ καὶ «τὴν σύνεσιν τῶν συνετῶν» τοῦ λαοῦ κατορώρυχέ που καὶ ἔκρυψεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. ∆ιὸ κἂν δοκῶσι βουλήν τινα «βαθέως» ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται· κἂν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν <καὶ ἡμέρας>, ἀλλὰ σκότους καὶ νυκτός. ∆ιὰ βραχέων δὲ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφη τείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. Ἐμνήσθη <δὲ> καὶ ὁ Μᾶρκος, ἀφ' οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· «Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ' ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, καὶ ἄλλα τινά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισ μοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.» 11.12 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς (15, 10-20). Σαφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ ∆ευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων,