28
ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρχουσι παρεδόθησαν. ∆ιπλῆ δὲ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσιν. Χαλεπὴ γὰρ τιμωρία, τὸ ὑπὸ νεανίσκων ἄρχεσθαι πόλιν. Μυρία γὰρ ὑπὸ κουφότητος κακὰ συνέζευκται τῇ νεότητι. Ἑνικῶς δὲ εἰπὼν τὰ χρηστὰ, ἰσχύοντα καὶ ἰσχύουσαν, καί τ' ἄλλα πρὸς πλῆθος ἀπειλεῖ κακά. Οὐχ ὅτι ἡλικίαν δὲ νέος κατηγορεῖται, ἀλλ' ὁ νεαρὸς τὸ ἦθος. Ἐπεὶ καὶ πρὸς ... διελέγετο, "Μὴ λέγε ὅτι νεώτερός εἰμι," δεικνὺς μὴ οὖσαν ἐν αὐτῷ τὴν νεότητα, διὰ τὴν τῆς διανοίας τελείωσιν. Ἐμπαῖκται γὰρ κυριεύσουσιν ὑμῶν τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ὁ γὰρ κοινὸς ἐχθρὸς γινόμενος κύριος, οὐχ ὡς ἰδίοις χρῆται τοῖς ὑπὸ χεῖρα, ἀλλ' ὡς ἐχθροῖς ἐμπομπεύει κατεπαιρόμενος αὐτῶν, καὶ κυρίου, οὗπερ τούτους ἀπέστησε. Τοιγαροῦν ὁ τῆς ἐκεῖθεν ἐνεργείας ἐπαισθανόμενος, φησὶν, ὅτι "Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων." Τούτους δὲ τοὺς ἐμπαίκτας οὐκ αὐτός φησιν ἐπιστήσειν ὁ Κύριος, ὡς τοὺς νεανίσκους ἄρχοντας. Ἀφ' ἑαυτῶν δὲ κυριεύειν, φησὶν, ἑκάστου τὸ κυριευθῆναι παρ' αὐτῶν, διὰ τῶν ἔργων ἐπισπωμένων. Ἐμπαίξαντες δὲ πρὸς τοῦ σταυροῦ τῷ Χριστῷ, νεωτέρᾳ παρεδόθησαν τῇ Ῥωμαίων ἀρχῇ· ἐμπαῖκται δὲ καὶ αὐτῶν ἐκυρίευσαν, οὐκ ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, μόνον δὲ πρὸς τὸ δοκεῖν διακείμενοι· ἔσθ' ὅτε καὶ χρήμασιν ὠνούμενοι τὸ καλεῖσθαι ῥαββί. Τοὺς δὲ τοιούτους πῶς οὐκ ἄν τις εἴποι καὶ νέους εἶναι τὸ φρόνημα; τοιούτους ἔστιν αὐτοὺς Ἰουδαίων διδασκάλους ἰδεῖν. Ἀπείη δὲ τοιαύτην Ἐκκλησίαν ὁρᾷν ἀγομένην ὑπὸ τῶν πανουργίᾳ δηλούντων τὸν λόγον, ἐν ὑποκρίσει ψευδολόγων, διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατώντων τοὺς ἀκεραίους. Οὓς ἄν τις εἰκότως ἐμπαίκτας καλέσειεν. Ἀλλ' εἰς ὅ τι φέρει ταῦτα τέλος, ἐπήνεγκεν, ὅτι συμπεσεῖται ὁ λαὸς ἄνθρωπος πρὸς ἄνθρωπον, πᾶσαν δεικνὺς ἀμιξίαν καὶ ταραχὴν, αἰδοῦς ἁπάσης ἀνῃρημένης καὶ τάξεως· φανερῶς δὲ, καὶ οὐ δι' αἰνιγμάτων ἔτι, τὰ τῆς ἐσχάτης ἁλώσεως ἐκδιηγεῖται κακά. Στάσεως γὰρ καὶ φόνου τὴν πόλιν ἀνέπλησαν, μηδὲ φόβῳ τῶν πολεμίων ἀλλήλοις ὁμονοήσαντες, ἀλλήλοις δὲ φιλαρχοῦντες ἐπῄεσαν, μηδενὸς ἐμμένοντος πρεσβυτέρου διδάγμασιν· ἔχων δέ τις ἐκ βίου τὴν ἀτιμίαν, κατὰ σεμνοῦ τὸν τρόπον ὡπλίζετο. Ἐκτετηκότες δὲ λιμῷ, καὶ ἀλλήλων γευσάμενοι, προστάτας τοὺς δοκοῦντας πλουτεῖν ἐπεγράφοντο, καὶ συγγενεῖς, εἴπως διὰ τὸ γένος ἐπικλασθεῖεν πρὸς ἔλεον, οὐκ ἀγαθοὺς ζητοῦντες ἄρχειν, ἀλλὰ τοὺς τρέφοντας. 1904 Οἱ δὲ πενίαν ἴσην ἀντιπροὐβάλοντο. Κατακρατούσης δὲ τῆς διαστάσεως, οὐκ ἀπὸ συμφώνου τὴν ἐκλογὴν τῶν ἄρχειν δυναμένων ἐπεποίηντο. Ἕκαστος δὲ τοῦ προστυχόντος ἐπελαμβάνετο. Ἐληλάσθω δὲ τῆς ἐκκλησίας τὸ πάθος, ὥστε τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων ωχεύοντά τε βρωμάτων πνευματικῶν, καὶ τὸν ἀληθινὸν ἄρτον τὸν στηρίζοντα καρδίαν ἀνθρώπου ἐν τῷ κ[ρυπ]τῷ τῆς διανοίας οἴκῳ μὴ ἔχοντα πρὸς ἡγεμονίαν καλεῖν. Καὶ παρὰ μὲν Ἰουδαίοις οἱ καλούμενοι πρὸς ἀρχὴν, ὃ μὴ εἶχον, οὐκ ἐπηγγέλλοντο. Παρ' ἡμῖν δέ τινες οὐ Χριστὸν ἐνδεδυμένοι, οὐ σπλάγχνα οἰκτιρμοῦ, πρὸς ἀρχὴν πηδῶσι καὶ ἄκλητοι. Ἐδέοντο δὲ ἱματίου εὐσχήμονος, καὶ κοσμίου λόγου, τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην. Οἱ δὲ κληθέντες οὐ καθόλου τότε παρητήσαντο τὴν ἀρχὴν, τὴν δὲ τοῦ λαοῦ τούτου. Καὶ τὴν αἰτίαν φασὶν, ὅτι Αἰνεῖτε Ἱερουσαλήμ. Ὑπὸ χειρὸς γὰρ Κυρίου τῷ δεσμῷ τῆς συναφείας κεκρατημένη, νῦν ἀποβέβληται, καὶ πέπτωκεν Ἰουδαία τῶν στηριγμάτων ὑφαιρεθέντων, ἀνόμων δὲ γλῶσσαν ἐκτήσαντο, τὴν καρδίαν πρὸς τὸν Θεὸν ἀλλοτρίαν κτησάμενοι, καὶ ἀντὶ τοῦ μελετᾷν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτὸς, Σαμαρείτην εἶναι λέγοντες, αὐτὸν ἔχειν δαιμόνιον, φάγον τε καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγενημένον. Ἐφ' οἷς ἂν εἴποι τις οὐκ ἀδίκως, ἐκτείνεται δίκτυα πτερωτοῖς. Καταστροφὴ δὲ ἀνδρῶν παρανόμων κακή. Παῤῥησίαν τοίνυν μὴ ἔχοντες οὐκ ἀνανεύουσι πρὸς Θεόν. Τοιαῦτα γὰρ ἥμαρτον, ὡς Σοδομίταις αὐτοὺς παραβάλλεσθαι, μηδὲ λάθρα παρανομήσαντας δι' αἰσχύνην, διὰ δὲ τὸ γαυριᾷν, τὴν