Μάμαντα, φέρουσιν τὸν Πηγάνην μετὰ θυμιάματος ὀστρακίνου καπνίζοντα θέαφον, καὶ ἀπαντᾷ καὶ θυμιᾷ τὸν Συμβάτιον. ἀποτυφλοῦται δὲ καὶ αὐτὸς τὸν ἕνα 681 ὀφθαλμόν, καὶ ἐκκόπτουσι τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ καθίζουσι καὶ αὐτὸν εἰς τὰ Τζαύσου προσαιτεῖν, καὶ μεθ' ἡμέρας τρεῖς ἄγουσιν αὐτοὺς ἐν τῇ πόλει εἰς τοὺς ἰδίους οἴκους. 45. Ἐκβάλλει οὖν ὁ βασιλεὺς Μιχαὴλ διὰ τοῦ μηχανικοῦ τοῦ λεγομένου Λάμαρι Κωνσταντῖνον τὸν Καβαλῖνον ἐκ τοῦ τάφου, καὶ Ἰωάννην τὸν ἀσεβῆ πατριάρχην μετὰ τοῦ ὠμοφορίου καὶ αὐτὸν ἐκ τοῦ τάφου, καὶ κατακλείει διὰ τοῦ ὑπάρχου ἐν τῷ πραιτωρίῳ, καὶ ἐν ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν καὶ ἀπογυμνώσας ἔτυψε μαγγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἔκαυσεν ἐν τοῖς Μαυριανοῦ. τὴν δὲ λάρνακα τοῦ Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν διαπρίσας ἐποίησε στήθεα ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ τοῦ Φάρου. 46. Τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τῆς ιεʹ ἐπινεμήσεως ἐγεννήθη Κωνσταντῖνος ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδοκίας τῆς Ἰγγηρίνης ἔτι περιόντος τοῦ Μιχαήλ· καὶ ἱππικοῦ γενομένου ἐν τῷ ἁγίῳ Μάμαντι ἵππευσεν ὁ βασιλεὺς βένετος, Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρμενίων ὁ πατὴρ Θωμᾶ πατρικίου καὶ Γενεσίου δρουγγαρίου τῆς βίγλας λευκός, πράσινος δὲ Ἀγαλλιανὸς καὶ ῥούσιος ὁ Κρασσός. νικᾷ δὲ ὁ βασιλεύς. καὶ τί συμβαίνει ἐντεῦθεν; καὶ τοῦτο γὰρ τῆς αὐτοῦ τοῦ βασιλέως τοῦ Μιχαὴλ κακίας ἐστίν, εἰς ὅσον τὴν τῶν Ῥωμαίων ἰσχὺν ἠλάττωσεν. ὁ φιλόσοφος Λέων ὁ Θεσσαλονίκης γενόμενος πρόεδρος, τῷ βασιλεῖ Θεοφίλῳ συμβουλεύσας, ὡς ὡρολόγια ἐποίησεν δύο ἐξ ἴσου κάμνοντα· καὶ τὸ μὲν ἓν 682 ἐπὶ τῷ φρουρίῳ τῷ κατὰ Κιλικίαν τῇ Ταρσῷ πλησιάζον ἀπέθετο, τὸ δὲ ἕτερον ἐν τῷ παλατίῳ ἐφυλάττετο, ἅπερ εἶχον γεγραμμένα εἰς ἑκάστην ὥραν τὰ ἐν Συρίᾳ γενόμενα, οἷον τὴν πρώτην ὥραν εἰ ἐκδρομὴ τῶν Σαρακηνῶν γέγονε, τὴν βʹ εἰ πόλεμος, τὴν γʹ εἰ ἐμπρησμός, τὴν δʹ εἰ ἄλλο τι, καὶ εἰς τὰς λοιπὰς ὁμοίως. ἐκ τῶν γεγραμμένων οὖν δώδεκα ὑποθέσεων εἴ τι κἂν συνέβη ἐν Συρίᾳ, ἐν τῇ ὥρᾳ ἐν ᾗ ἡ ὑπόθεσις γέγονεν, ἀνάπτων ἀπὸ τῶν ἐκεῖσε φανός, ἐπεὶ καὶ οἱ φυλάσσοντες καὶ ἀτενῶς καὶ ἀκριβῶς βλέποντες τὰ τετυπωμένα ἐν αὐτοῖς ἦσαν, μετεδίδοτο εὐθὺς ὁ φανὸς ἀπὸ τοῦ φρουρίου τοῦ λεγομένου Λούλου τοῖς κατὰ τὸν Ἀργαίαν βουνὸν καὶ αὖθις τοῖς κατὰ τὴν Σάμον καὶ τοῖς κατὰ τὸ Αἴγιλον, εἶτα τοῖς κατὰ τὸν Μάμαντα πάλιν βουνόν, ἀφ' οὗ ὁ Κύριζος, εἶτα ὁ Μώκιλος, ἀφ' οὗ ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς τοῖς ἐν τῷ παλατίῳ κατὰ τὸν ἡλιακὸν τοῦ Φάρου διαιταρίοις ἀφωρισμένοις ἐν βραχεῖ ἐποίει φανερόν. ἱππευομένῳ οὖν τῷ βασιλεῖ Μιχαήλ, ὡς εἴρηται, ὁ φανὸς ἐσήμανεν ἐκδρομὴν τῶν Σαρακηνῶν. αὐτὸς πρὸς τὸ μὴ τοὺς θεατὰς τοῦ ἱπποδρόμου χαλαρωτέρους τῇ αὔριον γενέσθαι, προσέταξεν μηκέτι τοιούτους φανοὺς ἐνεργεῖν. 47. Ὡς οὖν εἴρηται, νικήσαντος τοῦ βασιλέως ἐπὶ δεῖπνον καθέσθη ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισκιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα εἰς τὸ ἅρμα. εὐθὺς οὖν κελεύει τοῦτον ὁ βασιλεὺς ἀναστῆναι, τὰ τζάγγια δὲ αὐτοῦ σῦραι 683 καὶ ἑαυτῷ ὑποδῆσαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον βλέποντος, ἐπεὶ ὁ βασιλεὺς μετὰ θυμοῦ προσέταξεν καὶ ὁ Βασίλειος ἐπένευσεν, ὑπέδησεν τὰ αὐτά. καὶ λέγει ὁ βασιλεὺς μεθ' ὅρκου πρὸς Βασίλειον "κάλλιον αὐτῷ πρέπουσιν. καὶ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι." καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ "τὸ τῆς βασιλείας σου ἀξίωμα, δέσποτά μου, μέγα ἐστίν, ᾧ ἀναξίως καὶ ἡμεῖς ἐτιμήθημεν· καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό." καὶ τῷ Βασιλείῳ ἔφη "μὴ λυποῦ ἐπὶ τούτῳ· καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιεῖν." καὶ πρὸς τοὺς παρόντας εἶπεν "ἆρα οὐ πρέπει αὐτὸν εἶναι βασιλέα; πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος. ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν. καὶ ὅτι πόσον οὖν κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα!" Βασίλειος δὲ ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. 48. Ἐξελθόντος δὲ τοῦ βασιλέως εἰς κυνήγιον, μοναχός τις δέδωκεν αὐτῷ χαρτίον ἔχον τὴν κατ' αὐτοῦ μελετωμένην ὑπὸ βασιλέως ἐπιβουλήν, ὥς τινι τῶν