De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ. Ὁ δὲ βασιλεὺς περιβάλλεται διβητήσιον καὶ τζιτζάκιν καὶ ἵσταται ἐν τῷ Χρυσοτρικλίνῳ ἐν τῇ ἐξαγούσῃ καμάρᾳ ἐν τῷ Τριπέτωνι· τὸ δὲ τῶν ἀργυρῶν πυλῶν βῆλον αἴρεται ὑπὸ σιλεντιαρίου, καὶ ἐξελθὼν ἀπὸ κελεύσεως ὀστιάριος, εἰσάγει τὸν ὀρφανοτρόφον ἠλλαγμένον, καὶ σὺν αὐτῷ εἰσέρχονται φωτίσματα ἓξ καὶ ἐκ τῶν ὀρφανῶν ὀρφανὰ ἓξ ἕκαστον παρακρατῶν φώτισμα, καὶ ἐκμάσσουσι τὰ τούτων μέτωπα ὅ τε πρεσβύτερος καὶ ὀρφανοτρόφος, καὶ ἀσπάζεται ὁ βασιλεὺς τὸ αὐτὸ φώτισμα ἐν τῷ μετώπῳ. Τελεσθέντων δὲ τούτων καὶ ἐν τοῖς λοιποῖς πέντε φωτίσμασι καὶ ἀσπασαμένου αὐτὰ τοῦ βασιλέως, εὐθέως φωνοβολοῦσι τὰ ὄρφανα, ὡς εἴθισται αὐτοῖς, καὶ εἰληφότα ἀποκόμβια παρὰ τοῦ βασιλέως ἐξέρχονται, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ καθέζεται ὁ βασιλεὺς ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ μετὰ καὶ ἀρχόντων, οὓς ἂν κελεύσῃ καλέσαι τῇ αὐτῇ ἡμέρᾳ.
1.83 ΚΒʹ (ΙΓʹ) Περὶ τῆς τοῦ πατριάρχου προσκλήσεως.
Χρὴ τὸν πραιπόσιτον τῇ ἡμέρᾳ τῆς τετράδος, ὥρᾳ πρώτῃ, εἰσελθεῖν πρὸς τὸν βασιλέα καὶ ὑπομνῆσαι, εἰ ἄρα κελεύσει προσκληθῆναι τὸν πατριάρχην, ὅπως ἔλθῃ τῇ ἐπαύριον ὁ πατριάρχης μετὰ πάντων τῶν εἰωθότων αὐτῷ ἱερέων πρὸς τὸ δοῦναι ἀγάπην τῷ βασιλεῖ καὶ ἀριστῆσαι ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ μετὰ τοῦ βασιλέως κατὰ τὴν ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην ἀκρίβειαν. Τοῦτο δὲ τελεῖται ἐν οἵᾳ δ' ἂν ἡμέρᾳ κελεύσῃ ὁ βασιλεὺς ἀριστῆσαι μετ' αὐτοῦ τὸν πατριάρχην. Πρὸ γὰρ μιᾶς ἡμέρας γίνεται ἡ πρόσκλησις ἀπὸ κελεύσεως, καὶ ἀποστέλλει ὁ πραιπόσιτος κουβικουλάριον καὶ σιλεντιάριον, καὶ προσκαλοῦνται τὸν πατριάρχην μετὰ τῶν σὺν αὐτῷ προειρημένων.
1.84 ΚΓʹ (Ι∆ʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ εʹ τῆς διακαινησίμου, τοῦ ἀσπασμοῦ τελουμένου ἐπὶ τοῦ Χρυσοτρικλίνου.
Προέρχονται πάντες, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν, ὡς ἀνωτέρω εἴρηται, καὶ εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Ἀποστέλλεται δὲ ἀπὸ κελεύσεως διὰ τοῦ πραιποσίτου κουβικουλάριος καὶ σιλεντιάριος, καὶ προσκαλοῦνται τὸν πατριάρχην· καταλαβόντος δὲ τοῦ πατριάρχου, εἰσέρχεται διὰ τῆς Ἀψίδος, καὶ διελθὼν διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, εἰσέρχεται διὰ τοῦ μονοθύρου τοῦ Εἰδικοῦ καὶ κατέρχεται τὰ βαθμίδια, καὶ μέλλοντος αὐτοῦ κατέρχεσθαι τὰ σκαλία τοῦ Λαυσιακοῦ, δέχονται αὐτὸν οἱ τοῦ κουβουκλείου ἅπαντες, καὶ διελθόντες μέσον διὰ τοῦ Λαυσιακοῦ, εἰσάγουσιν αὐτὸν οἱ τοῦ κουβουκλείου ἐν τῷ Τριπέτωνι, καὶ ἵσταται ἔμπροσθεν τοῦ ὡρολογίου. Ἵσταται δὲ σκάμνον ἐκεῖ, καὶ ἥπλωται ἐπ' αὐτὸ σκαμνάλιον, καὶ εἰσελθὼν καθέζεται ἐπ' αὐτοῦ. Ὁ δὲ πραιπόσιτος εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ, καὶ εὐθέως ὁ βασιλεὺς φορῶν τὸ διβητήσιον αὐτοῦ, περιβάλλεται τζιτζάκιν, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἐξέρχεται καὶ προσκαλεῖται τὸν πατριάρχην, ὁ δὲ πατριάρχης ἐπακουμβίζων τῇ τοῦ 1.85 πραιποσίτου χειρί, εἰσέρχονται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ δέχεται αὐτὸν ὁ βασιλεὺς ἐν τῷ μέσῳ τοῦ αὐτοῦ τρικλίνου, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καθέζονται ὁμοῦ ἐν τῷ αὐτῷ τρικλίνῳ. Καταλαβούσης δὲ τῆς ὥρας πρὸς τὸ δοῦναι τὴν ἀγάπην, εἰσέρχονται οἱ τοῦ κουβουκλείου ἀπὸ κελεύσεως. Καὶ οἱ μὲν ἄρχοντες τοῦ κουβουκλείου ἵστανται ἔνθεν κἀκεῖσε τῆς χρυσῆς τραπέζης πλησίον τῶν χρυσῶν σκευῶν, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ κουβικουλάριοι ἵστανται ὄπισθεν τῶν ἑστώτων ἐν τῷ Χρυσοτρικλίνῳ σκευῶν ἔνθεν κἀκεῖσε, διὰ τὸ χωρηθῆναι τοὺς μέλλοντας εἰσιέναι ἐν τῇ ἀγάπῃ ἱερεῖς. Καὶ ὁ μὲν βασιλεὺς καθέζεται ἐπὶ σελλίου χρυσοῦ ἔμπροσθεν τοῦ πενταπυργίου, ὁ δὲ πατριάρχης ὁμοίως καὶ αὐτὸς καθέζεται ἐπὶ σελλίου ἐξ ἀριστερᾶς τοῦ βασιλέως, οὐ μέντοι ἐπίσης· οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως κατὰ τὴν τάξιν αὐτῶν. Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστιαρίῳ, κἀκεῖνος ἐξέρχεται