ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς εὐλογημένος λέγεται, τοῦτ' ἔστιν δοξολογούμενος. ἐπεκάθητο μὲν οὖν τῷ πώλῳ Χριστός, εἵπετο δὲ ἡ τεκοῦσα. καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγ ματος τὸ δρώμενον ἦν· ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ τῷ εἰδωλολατροῦντί ποτε, ἕψεται δὲ κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων συναγωγή, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ σῴζοντι θεῷ, διὰ τοῦτο δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις καὶ γέγονεν εἰς οὐράν, τοῦτ' ἔστιν παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δέ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν ὁ "νε φροὺς" εἰδὼς "καὶ καρδίας"· ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς· οἱ μὲν γὰρ "λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα" θεόν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες "παρασυνεβλήθησαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοίωνται αὐτοῖς" κατὰ τὴν τοῦ ψάλλαντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον καὶ τὴν ἐκ νόμου κατάρρησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλαμαρτήμονες. 231 Mt 21, 7-9 Ἄγεται ὁ πῶλος δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι, δι' ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. καὶ ἄγεται ἀπό τινος κώμης, ἵνα καὶ ἐκ τούτου τὴν ἄγροικον τῶν ἐθνῶν καταδείξῃ φρένα οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀπημελημένως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἡμερώτερον· γέγονε γὰρ ὑπὸ Χριστῷ ταῦτα διδά σκοντι. καὶ παῖδες δὲ "βάϊα φοινίκων" ἀνατείναντες προέτρεχον αὐτοῦ καὶ ὁμοῦ τοῖς μαθηταῖς τὴν δοξολογίαν συνετίθεσαν, ἵνα καὶ δι' αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν λαόν· γέ γραπται γάρ· "καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον". 232 Mt 21, 9 Ὡσαννὰ τῷ υἱῷ ∆αβὶδ εὐλογημένος· τὸ ἑβραικὸν οὕτως ἔχει ἐν τῷ ριζʹ ψαλμῷ· ΑΝΝΑ Α∆ΩΝΑΙ ΩΣΙΑΝΝΑ, Α∆ΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ. 233 Mt 21, 12-14 Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς ἐμπόρων, ἀργυραμοιβοὶ ἤτοι κολλυ βισταὶ καὶ μετ' ἐκείνων βοῶναι καὶ προβάτων ἔμποροι τρυγόνας τε πιπράσκοντες καὶ περιστεράς. ταῦτα δὲ χρήσιμα ταῖς θυσίαις τῆς κατὰ νόμον λατρείας. ἀλλ' ἦν ἤδη ὁ καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν καὶ ἀνα λάμψαι τὴν ἐν Χριστῷ ἀλήθειαν· ταύτῃ τοι Χριστὸς εἰκότως ἡ ἀλήθεια ἅτε δὴ μετὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρ' αὐτῷ ὄντι ναῷ τιμώμενος, συστέλλεσθαι μὲν τὰς ἐν νόμῳ προστέταχε θυσίας καὶ τοὺς καπνούς, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν· τὸ γὰρ ἐπιπλήττειν τοῖς ἐμπόροις καὶ τῶν ἱερῶν περιβόλων ἀποσοβεῖν αὐτοὺς τὰ εἰς θυσίαν χρή σιμα διαπιπράσκοντάς τισι τοῦτο πάντως ἐστὶν καὶ ἕτερον οὐδέν. ἕτερος δὲ τῶν εὐαγγελιστῶν "καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι" λέγει τὸν Ἰησοῦν καὶ ἀπειλῆσαι πληγὰς καὶ ἐπανατείνειν αὐτοῖς· ἔδει γὰρ εἰδέναι τοὺς τὴν νομικὴν τιμῶντας λατρείαν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ὅτι "πνεῦμα δουλείας" ἔχοντες καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι ὑπὸ μάστιγας ἔσονται καὶ ὑποκείσονται κολάσει δουλοπρεπεῖ. ἐπιτειχίζει αὐτοῖς καὶ τὸν Ἠσαίαν κατήγορον-φησὶ γὰρ ὁ εὐαγγελιστής. 234 Mt 21, 12 Καὶ τῆς λατρείας δὲ τὴν μετάθεσιν προμηνύει ἐκβάλλων τὰ σφαγιζόμενα ζῷα καὶ τὰς νομικὰς παραδόσεις. ἐπανατείνεται δὲ τὴν μάστιγα σημαίνων, ὅτι ἂν πάλιν τὰ αὐτὰ ποιήσωσιν, πειραθήσονται πληγῶν, καὶ ἵνα δείξῃ τὸ δουλοπρεπὲς τῶν ὑπὸ νόμον, οἰκέταις πρέ πουσαν ἐπιφέρει μάστιγα. 235 Mt 21, 14 Αἴνιγμα ἦν τὸ γεγονός, ὅτι τῶν