ὑψηλοῦ τοῦ ἅρματος, μήποτέ τις ἐξ ἀφανοῦς ἐπέλθοι τῷ ∆ιομήδει κίνδυνος. Ὅθεν καὶ τὸν Αἰνείαν καὶ τὸν Πάνδαρον ἐπιόντας αὐτῷ ὡς ἐκ περιωπῆς προορᾷ, καὶ εἰπών, ὅτι ἄνδρε ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶν' ἀπέλεθρον ἔχοντας, ὃ μὲν τόξων εὖ εἰδώς, Πάνδαρος, ὃ δὲ Αἰνείας, (ῃ. 249 ς.) εἶτα τὸν ∆ιομήδην εἰς εὐσχήμονα φυγὴν προκαλεῖται, λέγων· «ἀλλ' ἄγε δὴ χαζώμεθα ἐφ' ἵππων», ἤτοι ἀναχωρήσωμεν, «μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς». 2.66 Τοῦτο δὲ λέγει, ὡς ἂν ἀναβὰς εἰς ἅρμα μήτε πεζὸς πρὸς ἱππέας διαμάχοιτο, καὶ φύγῃ δέ, ἐὰν βούλοιτο. (ῃ. 252-8) Καὶ αὐτὸς μὲν οὕτω λαλεῖ, ἀκούει δὲ ὅσα τις ἂν εἴπῃ ἀνδρεῖος ἄνθρωπος «μή τι φόβονδ' ἀγόρευε, οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντα μάχεσθαι, οὐδὲ καταπτώσσειν, ἔτι μοι μένος ἔμπεδόν ἐστιν. ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμι αὐτῶν, τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη». Ἐφ' οἷς καὶ τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος ὁ ∆ιομήδης φησὶν οὐκ ἂν ἀμφοτέρους ἐκείνους παλιννοστῆσαι, εἰ γοῦν ἕτερός γε φύγῃσι. Καὶ ὅρα οἷον θυμὸν ὁ ∆ιομήδης ἀνέλαβε μετὰ τὴν ὑπὸ Πανδάρου πληγήν, πατρῴζων καὶ ἐνταῦθα. Λόγος γὰρ καὶ τὸν Τυδέα κατὰ Θήβας ὑπὸ Μελανίππου υἱοῦ Ἀστακοῦ τρωθέντα σφόδρα ἀγανακτεῖν. ὡς δὲ Ἀμφιάρεως ἀνελὼν τὸν Μελάνιππον προεκόμισε τὴν ἐκείνου κεφαλὴν τῷ Τυδεῖ, αὐτὸς διελὼν ῥοφεῖ τὸν ἐγκέφαλον δίκην θηρός. ὅτε καὶ ἡ μὲν Ἀθηνᾶ, φασίν, ἀθανασίαν αὐτῷ φέρουσα ἀπεστράφη διὰ τὸ μύσος. ὁ δὲ ἰδὼν ἐζήτησε κἂν γοῦν τῷ υἱῷ τὴν ἀθανασίαν χαρίσασθαι. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃ. 260-4) Ὁ δὲ ∆ιομήδης, ὡς εἴρηται, μετὰ τὴν πληγὴν ἐρεθισθείς, εἶτα καὶ ὡς πάνυ φίλιππος τῷ Σθενέλῳ ἐντέλλεται οὕτως «αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος», ὡς καὶ προερρέθη, «ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δέ», ἤγουν σὺ δή, «τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν», ἤγουν κατάσχε, «ἐξ ἄντυγος», τῆς τοῦ ἅρματος δηλαδή, «ἡνία τείνας», ἵνα δοκοῦντες ἄγχεσθαι καὶ ὑπό τινος ἐπέχεσθαι ἡσυχάζωσιν, ἐπαΐξαι δὲ τοῖς τοῦ Αἰνείου ἵπποις μεμνημένος καὶ ἐξελάσαι εἰς τοὺς Ἕλληνας, (ῃ. 265-9) εἶτα καὶ γενεαλογεῖ τοὺς ἵππους, ἀτιτάλλων οἷον αὐτοὺς ἐν ψυχῇ, ἐκ τῆς γενεᾶς λέγων ἐκείνους εἶναι, ἧς ἔδωκεν ὁ Ζεὺς τῷ Τρωῒ ποινὴν Γανυμήδεος, ἀνθ' ὧν ἐκεῖνος πρὸ ὥρας ἡρπάγη, ὡς ἐν τῇ ῦ ῥαψῳδίᾳ ῥηθήσεται. ἐξ ὧν γενεῆς ἔκλεψεν ὁ τοῦ Αἰνείου πατὴρ Ἀγχίσης, ὑποσχὼν θήλεας ἵππους. (ῃ. 270-2) «Τῶν οἱ», φησίν, «ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη, τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ, τὼ δὲ δύο Αἰνείᾳ δῶκε, μήστωρε φόβοιο», καθὰ προείρηται. Καὶ σημείωσαι ὅτι γενεή οὐ μόνον ἐπὶ ἀνδρῶν ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀλόγων ζῴων εἴρηται. λέγεται δὲ καὶ ἐπὶ φύλλων, ὡς τὸ «οἵη περ φύλλων γενεή». (ῃ. 266 ς. ετ 273) Λέγει δὲ ὁ ∆ιομήδης περὶ τῶν τοῦ Αἰνείου ἵππων καὶ ὅτι ἄριστοι ἵππων, ὅσοι εἰσὶν ὑπ' ἠῶ τ' ἠέλιόν τε, πάνυ ἐξαίρων αὐτοὺς τῷ τοιούτῳ ἐπαίνῳ. 2.67 οὓς καὶ ἐὰν λάβοιμεν, φησίν, ἀροίμεθα ἂν κλέος ἐσθλόν. τοῦτο δὲ οὐ πάνυ πολὺ ἀπέχει παράφρασις εἶναι τοῦ «ἠράμεθα μέγα κῦδος». Καὶ ὅρα ὅπως τοὺς ἵππους φιλῶν οὐχί, ἐὰν κτείνῃ τοὺς ἄνδρας, φησὶ κλέος λαβεῖν, ἀλλ' ἐὰν λάβῃ τοὺς ἵππους, ὡς ἐνταῦθα παρ' αὐτῷ κειμένου τοῦ μείζονος ἀριστεύματος διὰ τὸ τοῦ λαφύρου ἔνδοξον. καὶ τοιοῦτον μὲν τὸ Ὁμηρικὸν τοῦτο χωρίον. Τὰ δὲ κατὰ μέρος ἐν αὐτῷ τοιαῦτά εἰσι. (ῃ. 244) Τὸ μὲν «ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι», ἀντὶ τοῦ κατὰ σοῦ, καὶ ἔστι διασαφητικὸν τοῦ «ἐπὶ Τυδείδῃ ἔχον ἵππους». (ῃ. 245) ∆ύναμις δὲ ἀπέλεθρος λέγεται ὡς ἀπὸ ἀπείρονος γῆς κατὰ ἐπίτασιν ἡ πολυπέλεθρος ἢ καὶ κατὰ στέρησιν ἡ μὴ δυναμένη πελέθρῳ ἤτοι πλέθρῳ ὑποπεσεῖν. Ἔστι δὲ πέλεθρον τὸ καὶ πλέθρον μέτρον γῆς πήχεων ξʹ διμοίρου, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται. ἀνάλογα δὲ πρὸς τὸ πέλεθρον τὸ πτολίεθρον, ῥέεθρον, πύρεθρον, φαρύγεθρον. (ῃ. 244-7) Τὸ δὲ «ἄνδρε ὁρόω», ὁ μὲν Πάνδαρος, ὁ δὲ Αἰνείας, καινοπρεπῶς ἐσχημάτισται. ἐχρῆν γὰρ εἰπεῖν ἄνδρε ὁρῶ, τὸν μὲν Πάνδαρον, τὸν δὲ Αἰνείαν. ὁ δὲ τελείαν στίξας εἰς τὸ «ἄνδρε ὁρῶ», ἐπάγει ὡς ἀπὸ ἄλλης ἀρχῆς· ὁ μέν ἐστιν ὁ δεῖνα, ὁ δὲ ὁ δεῖνα. καὶ ἔστιν ὅμοιον τῷ «φημὶ