τρέπεσθαι, γυνή τις τὸ εἶδος οὐ φαύλη, φαμένη ἑαυτῇ χρηματίζειν τὸν θεόν, ἡγεῖτό τε τῶν Κελτῶν ἐπισπομένων αὐτῇ καὶ πειθομένων. ἐξηγεῖσθαί τε τὴν γυναῖκα, ᾗ δὴ ἔφασκε σημαίνεσθαι ἑαυτῇ ὑπὸ τοῦ θείου, προελθεῖν τε συλλεγομένους ἐπὶ τοὺς Βρετανοὺς καὶ ἀναμαχομένους. οὐδὲν πλέον ἐχόντων τῶν Ἄγγλων ἐπηυλίσαντό τε αὐτοῦ, καὶ τῇ ὑστεραίᾳ αὖθις ἤδη θαρροῦντες τῇ γυναικὶ ἐξηγουμένῃ ἐπὶ τὴν μάχην ἐπῄεσαν, καὶ μαχεσάμενοι ἐτρέψαντό τε τοὺς πολεμίους καὶ ἐπεξῆλθον διώκοντες. μετὰ δὲ ταῦτα ἥ τε γυνὴ ἀπέθανεν ἐν τῷ πολέμῳ τούτῳ, καὶ οἱ Κελτοὶ ἀνέλαβόν τε σφᾶς καὶ ἐρρωμενέστεροι ἐγένοντο πρὸς τοὺς Βρετανοὺς μαχόμενοι, καὶ τὰς πόλεις σφῶν ἀπολαμβάνοντες διεσώζοντο αὖθις τὴν βασιλείαν αὐτῶν, 1.86 ἄχρις οὗ πολλάκις διαβάντων ἐς τὴν Γαλατίαν στρατῶν πολλῶν καὶ μεγάλων ἀπὸ Βρετανίας. μαχεσαμένους οἱ Κελτοὶ φέρονται πλέον τῶν Βρετανῶν, ἐς ὃ δὴ συνελαύνοντες αὐτοὺς ἐς τὴν Καλέσην ἐξελάσαι αὐτοὺς ἐκ τῆς χώρας. Βρετανικαὶ νῆσοι καταντικρὺ τῆς Φλανδρίας τρεῖς οὖσαι, ἐπὶ μήκιστον δὲ τοῦ ὠκεανοῦ καθήκουσαι, ὁτὲ μὲν μία νῆσος τυγχάνει οὖσα, ὁπότε πλημμυρία, ὁτὲ δ' αὖθις τρεῖς, ὁπότε τὰ ὕδατα ἐς ἄμπωτιν γινόμενα ἀναστρέφοιτο. δικαιοτέρα δ' ἂν λέγοιτο μία αὕτη ἡ νῆσος, ἐπεὶ καὶ μία τε οὖσα καὶ κατ' αὐτὸ διήκουσα πολιτεύεται, φρονοῦσά τε κατὰ ταὐτὸ καὶ ὑφ' ἑνὸς ἀρχομένη τὰ ξύμφορα ἑαυτῇ ἐπισκοπεῖ. ἔστι δ' ἡ περίοδος τῆσδε τῆς νήσου ἐς πεντακισχιλίους μάλιστα σταδίους. γένος δὲ ἐνοικεῖ τὴν νῆσον πολύ τε καὶ ἄλκιμον, πόλεις τε ἔνεισιν αὐτοῦ μεγάλαι τε καὶ ὄλβιαι, καὶ κῶμαι ὅτι πλεῖσται. ἔστι δ' αὐτοῖς βασιλεύς, καὶ μητρόπολις αὐτῶν, ἐν ᾗ καὶ βασίλεια, Λόνδραι, τοῦ βασιλέως, ὑπ' αὐτὸν δὲ ἡγεμονίαι ἐν τῇ νήσῳ ταύτῃ οὐκ ὀλίγαι, κατὰ ταὐτὰ τοῖς Κελτοῖς διατιθέμεναι τῷ σφετέρῳ βασιλεῖ· οὔτε γὰρ ἂν ῥᾳδίως ἀφέλοιτο βασιλεὺς τούτων τινὰ τὴν ἡγεμονίαν, οὔτε παρὰ τὰ σφῶν ἔθιμα ἀξιοῦσιν ὑπακούειν τῷ βασιλεῖ. ἐγέ 1.87 νοντο δὲ τῇ νήσῳ ταύτῃ ξυμφοραὶ οὐκ ὀλίγαι, παραπαιούσῃ αὐτῇ, ἐς διαφορὰν ἀφικνουμένων τῶν ἡγεμόνων πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους. ἄλλα τε καὶ δὴ φέρει ἡ νῆσος αὕτη, οἶνον δὲ οὐδαμῇ, οὐδὲ ὀπώρας πάνυ τι, σῖτον δὲ καὶ κριθὰς καὶ μέλι. καὶ ἔρια ἔστιν αὐτοῖς, οἷα κάλλιστα τῶν ἐν ταῖς ἄλλαις χώραις, ὥστε καὶ ὑφαίνεσθαι αὐτοῖς πάμπολύ τι πλῆθος. ἱματίων. νομίζουσι δὲ γλώσσῃ ἰδίᾳ πάμπαν, καὶ οὐδενὶ συμφέρεται ἐς τὴν φωνήν, οὔτε Γερμανοῖς, οὔτε Κελτοῖς, οὐδὲ ἄλλῳ οὐδενὶ τῶν περιοίκων. σκευῇ δὲ τῇ αὐτῇ χρώμενοι τοῖς Κελτοῖς, καὶ ἤθεσί τε τοῖς αὐτοῖς καὶ διαίτῃ. νομίζεται δὲ τούτοις τά τ' ἀμφὶ τὰς γυναῖκάς τε καὶ τοὺς παῖδας ἁπλοϊκώτερα, ὥστε ἀνὰ πᾶσαν τὴν νῆσον, ἐπειδάν τις ἐς τὴν τοῦ ἐπιτηδείου αὐτῷ οἰκίαν ἐσίῃ καλούμενος, κύσαντα τὴν γυναῖκα οὕτω ξενίζεσθαι αὐτόν. καὶ ἐν ταῖς ὁδοῖς δὲ ἁπανταχῇ παρέχονται τὰς ἑαυτῶν γυναῖκας [ἐν] τοῖς ἐπιτηδείοις. νομίζεται δὲ τοῦτο καὶ ἐς τὴν Φραντάλων χώραν, τὴν ταύτῃ πάραλον, ἄχρι Γερμανίας. καὶ οὐδὲ αἰσχύνην τοῦτο φέρει ἑαυτοῖς κύεσθαι τάς τε γυναῖκας αὐτῶν καὶ τὰς θυγατέρας. Λονδρῶν δὲ ἡ πόλις δυνάμει τε προέχουσα τῶν ἐν τῇ νήσῳ ταύτῃ πασῶν πόλεων, ὄλβῳ τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ οὐδεμιᾶς τῶν πρὸς ἑσπέραν λειπομένη, ἀνδρίᾳ τε καὶ τῇ ἐς τοὺς πολέμους ἀρετῇ ἀμείνων τῶν περιοικούντων καὶ πολλῶν ἄλλων τῶν πρὸς ἥλιον δύνοντα. ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν Ἰταλι 1.88 κοῖς καὶ ξίφεσιν Ἑλληνικοῖς, τόξοις δὲ μακροῖς, ὥστε καὶ ἱστῶντας ἐς τὴν γῆν αὐτοὺς τοξεύειν. Ποταμὸς δὲ παρ' αὐτήν γε τὴν πόλιν ῥέων, σφοδρός τε καὶ μέγας, ἐς τὸν πρὸς Γαλατίαν ὠκεανὸν ἐκδιδοῖ, ἀπὸ τῆς πόλεως ἐς σταδίους δέκα τε καὶ διακοσίους ἐπὶ θάλασσαν, καὶ πλημμυρίᾳ ἀναβαίνειν τὰς ναῦς εὐπετῶς πάνυ ἐπὶ τὴν πόλιν· κἂν μέντοι ἐπιστρέφῃ τὰ ὕδατα τὰ ἔμπαλιν γινόμενα, χαλεπῶς ἐπὶ τὰ ῥεύματα ἀνιόντα, ἀντικόπτειν ἐπὶ τὴν πόλιν ἰόντα. κατὰ μέντοι ἄμπωτιν, ἔν τε τῇ παραλίῳ χώρᾳ τῆς γε Κεντίας καὶ ἐν αὐτῇ τῇ νήσῳ, ἐς ἄμπωτιν γινομένων τῶν ὑδάτων τὰς ναῦς ἐπὶ ξηρὰν γίνεσθαι, περιμενούσας, ἐς ὃ ἀναπλημμυρίζει αὖθις τὰ ὕδατα. πλημμυρεῖ δὲ ἐς τὸ μέγιστον ἐπὶ πήχεις βασιλικοὺς πεντεκαίδεκα,