ἐρρύησαν αἱ τῶν εὐεργετημάτων πηγαὶ ὥσπερ ἐξ ἀκροτόμου πέτρας τὸ ἐνδόσιμον εἰληφυῖαι τῆς ῥύσεως· αὗταί σε καὶ πρὸ τῆς ἀρχῆς τῇ φήμῃ διήγγελλον καὶ μετὰ τὴν ἀρχὴν αὐτοῖς τοῖς πράγμασι παρεδείκνυον. ὅθεν τί μὲν οὐκ ἠλπίζετο τῶν καλῶν; τί δ' οὐ παρῆν; μᾶλλον δὲ τί τῶν δεινῶν οὐκ ἀπῆν; τίς γὰρ οὕτως ἀδίκους χεῖρας συνέστειλε καὶ πλεονεξίαν κατέστειλε καὶ δυναστείαν ἐμάλαξε; τίς δ' οὕτως ἢ ἀγαθοὺς μᾶλλον ἐτίμησεν ἢ πονηροὺς ἐνδίκως ἐκόλασε; ποῖ μὴ τὰ σὰ ἔγγραφα διατάγματα φορολόγων ἀπανθρωπίαν ἐλέγχοντα καὶ δικαστῶν παρανομίαν ἱστῶντα, καὶ τοῖς μὲν τὴν προσήκουσαν εἴσπραξιν ἐπιτάττοντα, τοῖς δὲ τοῖς οἰκείοις σταθμοῖς ταλαντεύειν νομοθετοῦντα τὰ τῆς δίκης ζυγὰ καὶ μικρὰ χρηματίζεσθαι; καὶ συνελόντα φάναι, τίς οὕτως ἀδικίαν ἐμίσησεν ἢ δικαιοσύνην ἠγάπησε; διὰ ταῦτά σε καὶ τὸ ὑπήκοον ἅπαν ὑπεκθειάζει καὶ τέθηπε καὶ κρότους συνεγείρει καὶ χοροὺς συνιστᾷ· καὶ ὃς μὲν τὸ ὀξὺ τῆς φύσεως ἐν τῷ μεγαλοπρεπεῖ καὶ σταθηρῷ τοῦ φρονήματος καταπλήττεται, ἕτερος τὸ ἐπιεικὲς τοῦ ἤθους καὶ μέτριον, ἄλλος τὸ πρᾶον καὶ ἀνεξίκακον, οὗτος τὴν ἐπανθοῦσάν σοι χάριν καὶ ὡραιότητα, ἐκεῖνος τὴν ἐν τοῖς ἔπεσι μελιχρότητα, πάντες τὴν ἐν ἅπασι τοῖς καλοῖς εὐαρμοστίαν καὶ συμφωνίαν. τὸ δ' αὖ κηδεμονικόν σου καὶ συμπαθὲς τίς ἂν ἀξίως ἀγάσαιτο; οὐκ ἔφθη γάρ τις τὴν τύχην γνωρίσας καὶ ἄνετά σοι τὰ σπλάγχνα εὐθύς. καὶ ὃν μὲν διὰ τὸ γένος τετίμηκας, ὃν δὲ διὰ τὴν περὶ τοὺς λόγους ἰσχύν, ἄλλον διὰ τὸ πρὸς τὰς μάχας θαρραλέον καὶ εὔτονον, οὕτω σοι διὰ πάντων πρὸς ἅπαντας αἱ τῶν εὐεργετημάτων ἀκτῖνες ἐξέλαμψαν. Τί τἆλλα χρὴ λέγειν; ἀλλ' ἐνάλλαττέ μοι τὴν τάξιν, Ἡσίοδε, καὶ τοῖς νῦν χρόνοις εἴπερ ποτὲ τὸ χρυσοῦν γένος μετάταττε. νῦν γῆρας ἡβᾷ, νῦν νεότης σκιρτᾷ, νῦν τιμαί τε καὶ δυναστεῖαι καὶ θρόνων ὕψη καὶ ἀξιωμάτων διανομαί· νῦν πενία ὑποχωρεῖ καὶ πλοῦτος πλεονεκτεῖ· νῦν οἰκιῶν κατασκευαὶ ἱερῶν κάλλει τε καὶ μεγέθει, τῇ τῶν ὑλῶν ἁρμονίᾳ τοῖς προγεγενημένοις ἐφ' ἅπασιν ἀπαράμιλλοι· νῦν ἑστίαι λαμπραὶ καὶ ξένων ὑποδοχαὶ καὶ τραυμάτων ἀποβολαί, καὶ ἡ χορηγία τούτοις τῶν ἀναγκαίων ὡς δαψιλής· νῦν ὄμβροι καινοὶ καὶ ἀγώγιμοι καὶ ποταμοὶ πρὸς μίαν χαράδραν συγκλείοντες. τὰ δὲ ἡμέτερα; νῦν αἱ Μοῦσαι τεχνικόν τινα κύκλον τὴν φιλοσοφίαν πεποιημέναι χορεύουσί τε περὶ ταύτην καὶ τοὺς θιασώτας εὐφραίνουσι· νῦν συλλογισμῶν ἀναλύσεις καὶ μίξεις, νῦν λόγοις διαλεκτικοί τε καὶ ἔντεχνοι ἀποδείξεις αἱ μέχρι τοῦ νῦν νέφει κρυπτόμεναι, ὀψὲ δέ ποτε τὴν ἀχλὺν ἀποθέμεναι, ἀριθμῶν ἀναλογίαι, μουσικῶν ἁρμονίαι, μεγεθῶν θεωρίαι τῶν μηδαμοῦ κειμένων, οὐρανίων ἐπιστήμη κινήσεων· νῦν θεολογικῶν δογμάτων ἐντελεστάτη διάγνωσις καὶ τῶν πολλοῖς τέως ἀγνοουμένων ἀκριβὴς κατανόησις· τούτων ἁπάντων ἐξηγητὴν ἑτοιμότατον, τὸν κοινὸν τόνδε τῆς οἰκουμένης διδάσκαλον ταῖς σαῖς ἐπιφροσύναις, ὦ βασιλεῦ, ἡμεῖς ἐγνωρίσαμεν· κοινὸς γὰρ εἶ, καὶ πρῶτοι τὸν ἄνδρα ᾠκειωσάμεθα καὶ ἀπὸ τῆς ἡμετέρας ὠνομάκαμεν. εἶεν. Ἃ δέ σοι παρὰ τὰς τῶν καιρῶν δυσκολίας σοφῶς ᾠκονόμητο, σιγῇ παραδράμωμεν; καὶ τοῦτο δώσεις, ὦ μέγιστε αὐτοκράτορ, αὐτὸς καὶ φιλοσοφήσεις τὴν σιωπήν. καὶ πότε δὴ πλέον τοῖς λόγοις καλλωπισόμεθα; τίς γὰρ οὕτως τὸ δέον τοῦ καιροῦ στενοχωροῦντος ἐσκέψατο καὶ λιμοῦ φάρμακον εὕρατο καὶ πτωχοὺς ἄρτων ἐχόρτασε καὶ ψυχὰς πεινώντων ἐστήριξε, τὰ μὲν οἴκοθεν αὐτὸς ἐπιχορηγῶν, τὰ δὲ χρυσίῳ πολλῷ, τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίγων καὶ τρέφων λαόν, οὐ γογγυστὴν καὶ ἀγνώμονα, εὐπειθῆ δὲ μᾶλλον καὶ λίαν εὐχάριστον; καὶ ἵνα μηδὲ τοῖς περὶ τοῦτο πραγματευομένοις ἐξῇ καταπραγματεύσασθαι τῆς ἐνδείας καὶ τὰς ἀλλοτρίας καρπίζεσθαι συμφοράς, καὶ ταῖς χορηγίαις ἐφόρους προσεφιστᾷς. Ἀλλ', εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κἀγώ σοι τῆς περὶ ταῦτα φροντίδος πάρεργον γέγονα· ἔχεις γὰρ μετὰ τῶν ἄλλων κἀμέ, ὥσπερ ἐνταῦθα τῶν σῶν πλεονεκτημάτων