ἐφ' οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. Εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος, καὶ μάλιστα ἐπεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ «καθα ρίζων πάντα τὰ βρώματα», δῆλον ὅτι οὐ κοινούμεθα μὲν ἐσθίοντες ἃ Ἰουδαῖοί φασι, τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες, εἶναι ἀκάθαρτα, τότε δὲ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν δεδέσθαι «αἰσθήσει» καὶ ποιεῖν ἡμᾶς οἷς λέγομεν «ζυγὸν καὶ σταθμόν», λέγομεν μὲν τὰ παρα τυχόντα, διαλογιζόμεθα δὲ τὰ μὴ δέοντα, ἀφ' ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. Καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ' ἀρετήν, τὰ δὲ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμενα διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ἁμαρ τανόμενα μὲν κακῶς πράττεσθαι, κατορθούμενα δὲ γίγνεσθαι καλῶς. Ταῦτα δέ τις ἐπιμελῶς νοήσας ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἷόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. Ὥσπερ γὰρ τοῦ <μὲν> ἁμαρτάνοντος Ἰουδαίου ἡ περιτομὴ εἰς ἀκροβυστίαν λογισθήσεται, τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθνῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδὲ ὅτε δεῖ, μηδὲ ὅσον δεῖ, μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δὲ λεγόμενα ἀκάθαρτα «πάντα» γίνεται «καθαρὰ τοῖς καθαροῖς· τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἐπεὶ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις»· καὶ ταῦτα μεμιασμένα ἅπαντα ποιεῖ μιαρὰ ὧν ἂν ἅψηται, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ὁ καθαρὸς νοῦς καὶ ἡ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν· οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι, μεμνημένοι τοῦ «εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε». Εἰ δὲ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἀπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κατ' αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ψυχῆς ἡμῶν. Ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα, ἢ μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δὲ καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ «εἰς δόξαν θεοῦ» αὐτοῖς κεχρήμεθα οὐδὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. «Ὁ γὰρ διακρι νόμενος, κατὰ τὸν ἀπόστολον, ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.» «Ἐκ πίστεως» μὲν οὖν ἐσθίει ὁ πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μηδὲ πνικτὸν αὐτὸ εἶναι ἢ αἷμα, οὐκ «ἐκ πίστεως» δὲ ὁ περὶ τούτων τινὸς διακρινόμενος· καὶ κοινωνὸς δὲ «τῶν δαιμονίων» γίνεται ὁ καὶ αὐτὰ εἰδὼς «δαιμονίοις» τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας. Καὶ ὁ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν εἶναι βλάβης τῷ χρωμένῳ ἢ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε· «Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.» Καὶ ἐπείπερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ τὸν νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας-οἶμαι-ἐν διαφόροις, ἀδιαφορεῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που· «Μὴ οὖν κρινέτω τις ὑμᾶς ἐν βρώσει ἢ ἐν