ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα τῶν ἁγίων ἐγγράφεται ἐν τοῖς οὐρανοῖς, οὕτως τῶν πολιτευομένων γηΐνως, τῶν οὐ παραπορευομένων τὴν γῆν Ἐδὼμ ἀλλὰ τοὺς ἀγροὺς γῆς Ἐδὼμ ἐχόντων καὶ τοὺς ἀμπελῶνας, γράφεται τὰ ὀνόματα ὡς καταλειπόντων τὸν θεὸν ἐπὶ τῆς γῆς. «καταισχυν θήτωσαν» γάρ φησιν «ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν»· καὶ γὰρ «ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν». αἴτιος ἕκαστος ἑαυτῷ ἐστι τοῦ γραφῆναι. εἰ <τὰ> ἐπὶ γῆς ζητεῖς, οὐ ζητεῖς τὰ οὐράνια. εἰ νένευκέ σου ἡ ψυχὴ περὶ τὰ τῇδε πράγματα, σὺ σεαυτῷ αἴτιος γίνῃ, τοῦ Ἰησοῦ λέγοντος· «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζουσι, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέ πτουσιν· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανοῖς». θησαυρίζεις ἐν οὐρανῷ; σαυτῷ αἴτιος εἶ τοῦ τὸ ὄνομά σου ἐγγράφεσθαι ἐν τοῖς οὐρανοῖς. ταῦτα διὰ τὸ «ἐπὶ τῆς γῆς γραφήτωσαν». καὶ τὴν αἰτίαν λέγει· «ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον». καὶ ἐν τῇ ἀρχῇ ὁ αὐτὸς προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ θεοῦ· «ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς», καὶ νῦν· «ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον». εἴπωμεν οὖν καὶ ἡμεῖς, εἴπερ θέλομεν μὴ ἐγκαταλιπεῖν πηγὴν ζωῆς τὸν κύριον, τὴν φωνὴν τῶν γνησίων Ἰησοῦ μαθητῶν, ἣν εἰρήκασι πρὸς τὸν διδάσκαλον εἰπόντα αὐτοῖς· «μὴ καὶ ὑμεῖς θέλετε πορεύεσθαι»; τί οὖν εἴπωμεν; «κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις». ἐνθάδε ἔληξε καὶ ἡ δευτέρα περικοπή. 17.5 Εἶτα πάλιν εὐχή ἐστιν οὕτως ἔχουσα· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ. ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι». μόνῳ τῷ ἐληλυθότι διὰ τοὺς κακῶς ἔχοντας ἰατρῷ καὶ λέγοντι· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες» ἔστιν εἰπεῖν τεθαρρηκότως πάντα τὸν βουλόμενον θεραπευθῆναι ἀπὸ τοῦ νοσεῖν τὴν ψυχὴν αὐτοῦ· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι». εἰ δέ τις ἄλλος παρὰ τοῦτον ἐπαγγέλλεται τὴν τῶν ψυχῶν ἰατρικήν, οὐκ ἂν λέγοις ἐκείνῳ ἀληθεύων· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι». καὶ γὰρ ἐκείνη ἡ «αἱμορροοῦσα» ἐδαπάνησε «τὰ παρ' αὐτῆς πάντα» εἰς τοὺς ἰατρούς, καὶ «οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς αὐτῶν θεραπευθῆναι»· πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι», ἢ πρὸς μόνον, <οὗ> ἀρκεῖ ἅψασθαι «τοῦ κρασπέδου τοῦ ἱματίου». λέγω οὖν πρὸς τοῦτον· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι»· ἐὰν γὰρ ἰάσῃ, τὸ τέλος ἐπακολουθήσει τῇ ἀπὸ σοῦ ἰάσει, ἡ θεραπεία, ὥστ' ἄν με σωθῆναι. ὅσοι δὲ ἄλλοι σώσουσιν, οὐ σωθήσομαι· μόνη δὲ καὶ ἀληθῶς σωτηρία, ἐὰν σώσῃ Χριστός, ἐπεὶ τότε σωθήσομαι. «ψευδὴς ἵππος εἰς σωτηρίαν», ψευδῆ καὶ τὰ ἄλλα πάντα παρὰ τὸν θεὸν εἰς σωτηρίαν. διὰ τοῦτο αὐτῷ εἴποιμι ἄν· «σῶσόν με, κύριε, καὶ σωθήσομαι». καὶ λέγω τοῦτο, ἐὰν καὶ τὸ ἑξῆς δυνηθῶ λέγειν τῷ ἀποτετάχθαι παντὶ καυχήματι, ἵνα εἴπω· «ὅτι καύχημά μου εἶ σύ», ἢ ὅτε πληρῶ τὴν λέγουσαν ἐντολήν· «μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, τοῦ συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος». μακάριος οὖν ὁ ἀποταξά μενος πάσῃ τῇ κάτω καυχήσει, οἷον ἐπὶ καλουμένῃ εὐγενείᾳ καὶ ἐπὶ κάλλει καὶ τοῖς σωματικοῖς πράγμασιν, ἐπὶ πλούτῳ, ἐπὶ δόξῃ, καὶ ἀρκούμενος μιᾷ καυχήσει ἵνα εἴπῃ· «ὅτι καύχημά μου εἶ σύ». 17.6 «Ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου». ὁ Ἰησοῦς σοι λέγει· «ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι», καὶ «ἄφες πάντα, καὶ ἀκολούθει μοι», καὶ «ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής». ἐὰν οὖν γένῃ τοιοῦτος ὥστε πάντοτε ἀκολουθεῖν τῷ Ἰησοῦ, καὶ ἀκολου θήσεις καὶ ὅσον ἀκολουθεῖς οὐ κοπιάσεις· «οὐκ