29
ἁμαρτίαν πᾶσιν ἀναγγείλαντας. Ὡς γὰρ Σοδομῖται τῷ Λὼτ τοὺς ἄνδρας ἀπαιτοῦντες ἀνήγγειλαν τὴν ἀσέλγειαν· οὕτως οὗτοι τῷ Πιλάτῳ τὴν ἀνομίαν, "Αἶρε, αἶρε βοῶντες, σταύρου αὐτόν." Κακὰ δὲ πᾶς βουλευόμενος, ἐφ' ἑαυτὸν ἐβουλεύσατο· ὡς ἀπὸ στεῤῥῶν σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφέντας ἐπάνεισιν. Τίς δὲ ἡ βουλή; ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. ∆ήσαντες γὰρ τὸν Χριστὸν ἤγαγον πρὸς τὸν Καϊάφαν. ∆ύσχρηστος δὲ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, καθάπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. Τὰ γεννήματα δὲ τῶν ἔργων αὐτῶν, αἰχμαλωσία, διασπορὰ, καταστροφὴ τοῦ ναῦ, ἡ ἀπὸ δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν, δι' ἣν οὐκ ἀναβλέπουσι πρὸς Θεὸν, εἰς τὸν μονογενῆ Υἱὸν ἀσεβήσαντες, καὶ δήσαντες τὸν Λόγον, τὴν ἀλήθειαν, τὸ φῶς, τὴν δικαιοσύνην, τὸν Σωτῆρα, τὸν ἰατρὸν, τὸν ἐλευθερωτήν· ἃ δὴ ποικίλως ἐπινοεῖται Χριστός. Ἐστέρηνται Λόγου, φωτὸς, ἀληθείας, ἀνθ' ὧν ἔσπειραν, τοιαῦτα θερίζοντες. "Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει." Καὶ ὡς παρέδοσαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀνημέροις ὀργαῖς· οὕτω καὶ αὐτοὶ, φησὶ, Ῥω 1905 μαίων παραδοθήσονται στρατιαῖς. Οἷς Ἰεζεκιὴλ συμφώνως φησὶ, "Καθὼς ἐποίησα, φησὶν, οὕτω καὶ ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Ταῦτα δὲ περὶ τῆς ἐσχάτης θείας εἴρηται κρίσεως ἀντιμετρούσης ἑκάστῳ τὸ δίκαιον. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ πονηρῷ, ὅτι κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ· ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ κακία, ἐν δὲ τῇ κακίᾳ συνετελέσθη, ἆρ' οὐκ ἔσται κόλασις, καὶ οὐαί; Ἀλλὰ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ τὸ λειπὸν ἐξ ἀναλόγου κατέλιπεν. Τὸ γὰρ ἔργον τελειοῖ, ἡ δὲ τῆς διανοίας ὁρμὴ ἀτελής. Ἀντὶ δὲ τοῦ, αἱ γλῶσσαι αὐτῶν, Ἀκύλας φησὶ τὰ ἐπιτηδεύματα. Ἀντὶ δὲ τοῦ, ἀπειθοῦντες, ὁ Σύμμαχος, εἰς τὸ παραπικρᾶναι αὐτὸν, ἐξέδωκεν. Ἀπὸ δὲ τοῦ αἴου τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν, ὁ προφήτης λέγει θρηνῶν, ἰδὼν αὐτῶν τὴν ἀναιδῆ καὶ Σοδομιτικὴν τόλμαν τὴν εἰς ἀσέβειαν· ιβιεʹ. 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν9, κ.τ.λ. Τῶν κατά τι πλημμελούντων, οἱ μὲν πταίουσιν ἐν γνώσει, νικώμενοι μὲν ὑπὸ τῆς κακίας, ὑπὸ δὲ τοῦ συνειδότος δακνόμενοι. Οἱ δὲ ἐν ἀγνοίᾳ, βοσκημάτων δίκην βιοῦντες. Πάντων δὲ χείρους, οἱ καὶ ἄλλους δι' ἁρπαγῆς πρὸς τὴν κακίαν ἐνάγοντες· ὁ δὲ τοῦ Θεοῦ Λόγος πολλοὺς κατὰ πλάνην ἐν Ἰουδαίοις ὁρῶν ἁμαρτάνοντας, ἀφορίζει μὲν τῶν πρόσθε κατηγορηθέντων αὐτοὺς, οἷά τε Πατὴρ Χριστὸς τούτους παρακαλεῖ, λαὸν ἴδιον αὐτοὺς ὀνομάζων προτρεπτικῶς. Αὐτοῦ γὰρ πάντες, κἂν ἁμαρτάνωμεν. ∆ιὸ καὶ πάντας θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ βουλόμενος ἡμῶν τὸν θάνατον ὡς τὴν μετάνοιαν, ἤγουν ὡς δυναμένων, εἴπερ ἕλοιντο, Κυρίου γενέσθαι λαός· συγγνώμην τε νέμων τοῖς κατ' ἄγνοιαν πλημμελήσασιν, τοὺς αἰτίους αὐτοῖς τῆς εἰς αὐτὸν ἀπιστίας ἐλέγχει, οὓς ἔμπροσθεν ἐμπαίκτας ὠνόμαζεν, οὓς καὶ καλαμᾶσθαί φησιν τὸν λαὸν, τὰς ἀπαρχὰς καὶ δεκάτας λαμβάνειν ἐθέλοντες, οὐ συνεχώρουν πιστεύειν Χριστῷ. Ἐν οἷς γὰρ ἐπλούτουν, μόνον φυλάττειν τὸν νόμον ἐκέλευον, ἐντολῶν παραμελοῦντες τῶν ἄλλων. ∆ιόπερ αὐτοὺς ἐταλάνιζεν, ὡς ἀποδεκατοῦντας τὸ ἄνηθον, καὶ τὸ ἡδύοσμον, καὶ τὸ 1908 κύμινον, ἀφιέντας δὲ τὰ τοῦ νόμου βαρύτερα, τὴν 1908 κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Ἔσθ' ὅτε δὲ κα δίκην ἐπῆγον τοῖς πταίουσιν, ὡς ἄν τις ἁλοὺς, ἐπὶ ἐγκλήματι τὰ ὑπὲρ δύναμιν αὐτοῖς προσάγει φοβούμενος. Ὅθεν καλαμᾶσθαί φησιν, ὡς μετὰ τὸ θερίσαι, καὶ τοῖς ἔτι λειπομένοις προσάγοντας δεξιάν· καὶ πράκτορας καλεῖ. Κατεξουσίαζον γὰρ αὐτῶν οὐ πράως, ὡς δὴ μαθηταῖς διδάσκαλοι προσφερόμενοι, ὡς δὲ σκληροὶ δεσπόται πρὸς τὸ δοκοῦν ἀναγκάζοντες, ἐναντίως τῷ θείῳ Πέτρῳ παραγγέλλοντι τοῖς διδασκάλοις μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ ψυχῶν δὲ τυγχάνουσι πράκτορες πονηραὶ δυνάμεις τὴν ἐπὶ τὸ χεῖρον ἀπαιτοῦσαι