ὑπασπιστῶν προσέταξεν ὁ βασιλεὺς τὴν λόγχην κατὰ τοῦ Βασιλείου ῥῖψαι. κατὰ δὲ τὸν καιρὸν τοῦ δείπνου, οὐ μόνον τοῦ νῦν ἀλλὰ καὶ τῶν ἄλλων, ἀφ' οὗ τῷ οἴνῳ ἐμεθύσθη, πέρα δεινῶν ἐνεκελεύετο, ἀφαιρέσεις ὤτων καὶ 684 ῥινῶν καὶ κεφαλῶν ποιούμενος· καὶ εἰ μή τινες οἴκτῳ κρατούμενοι τούτων παρημέλουν καὶ πρὸς τὴν αὔριον ἔπεμπον, ἀνάκλησίν τινα καὶ μεταμέλειαν ἐκδεχόμενοι, ὃπερ ἦν, ἀπώλετο ἂν σύμπας ὁ παραμένων τῷ Μιχαήλ. ἀλλὰ καὶ Βασίλειος οὐκ ὀλιγάκις παροινίας παίγνιον γεγονὼς ἐκαρτέρει καὶ ἔμενεν μετάμελόν τινα γενέσθαι κατὰ τὸν ἄνδρα. ὀψὲ γοῦν τοῖς πράγμασιν ὑποβλεπόμενος προλαμβάνειν ἐσπούδασεν μᾶλλον ἢ ὑπ' αὐτοῦ ἀναιρεθῆναι. τῆς δὲ μητρὸς τοῦ Μιχαὴλ Θεοδώρας καλεσάσης τὸν βασιλέα εἰς τὰ Ἀνθεμίου, ὁ Βασίλειος συνεσκεύαζε τὸ κατὰ Μιχαήλ. εἶτα ἐπὶ δεῖπνον τοῦ βασιλέως καθεσθέντος, προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον τοῦ συνδειπνῆσαι αὐτῷ. τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου, ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν, ἀπελθὼν ἐν τῷ κοιτῶνι τοῦ βασιλέως διαστρέφει τὰ κλεῖθρα τῶν θυρῶν δυνατὸς ὤν, ὡς μὴ κλείεσθαι τὰς θύρας· καὶ ἀπελθὼν πάλιν συνεδείπνει τῷ βασιλεῖ. εἶτα ἀναστὰς ὁ βασιλεὺς Μιχαήλ, τῇ πολλῇ μέθῃ μὴ δυνάμενος περιπατεῖν, χειροκρατούμενος ὑπὸ τοῦ Βασιλείου ἀπῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ. οὗ τὴν χεῖρα φιλήσας ἐξῆλθε Βασίλειος. ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βασιλισκιανὸς τῇ κελεύσει τοῦ βασιλέως ὑπνώσας ἐν τῇ κλίνῃ Ῥεντακίου τοῦ παρακοιμωμένου πρὸς παραφυλακὴν αὐτοῦ. ὁ δὲ κοιτωνίτης Ἰγνάτιος ἀπελθὼν κλεῖσαι αὐτοῦ τὴν θύραν τοῦ κοιτῶνος εὗρεν αὐτὴν διεστραμμένην, καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρίχας αὐτοῦ. 685 τοῦ δὲ βασιλέως ἐξ οἴνου ὕπνον θανάτῳ παραπλήσιον κοιμωμένου, ἀθρόον ἐλθὼν Βασίλειος μετὰ καὶ ἑταίρων τὰς θύρας ἀνέῳξε. καὶ ἔμφοβος ἐξῆλθεν Ἰγνάτιος ἀνθιστάμενος τῷ Βασιλείῳ μὴ εἰσελθεῖν. ἐν τούτῳ ἔξυπνος γίνεται ὁ βασιλεύς, καὶ παρευθὺ Ἰωάννης ὁ Χάλδος κόπτει τὰς χεῖρας αὐτοῦ. ὁ δὲ ἀπελάτης Ἰακωβίτζης τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔρριψεν ἀνωκάτω. τῶν δὲ λοιπῶν ἱσταμένων ἔξω πρὸς παραφυλακήν, ἐπεὶ ἀμφότεροι ἡνώθησαν, Ἀσυλαίων ἔφη πρὸς Βασίλειον "εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ὅμως ζῶντα αὐτὸν εἰάσαμεν. καὶ ἐὰν ζῇ, τί ἀπολογησόμεθα;" καὶ ὑποστρέψας πήσσει τὸ ξίφος κατὰ τῆς καρδίας τοῦ βασιλέως καὶ διαχέει τὰ ἔγκατα αὐτοῦ. κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ συναθροισθέντες ἦλθον μέχρι τοῦ περάματος, καὶ ἀνελθόντες διὰ τοῦ τείχους ἦλθον ἕως τοῦ παλατίου, πλὰξ δὲ ἦν φράσσουσα τὸ τεῖχος· καὶ κρατήσας Βασίλειος δύο τῶν μετ' αὐτοῦ καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθεν μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλόγιος δὲ ὁ Πέρσης συνὼν τῷ Βασιλείῳ ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρδαβάσδῳ ἑταιρειάρχῃ, ὡς ὁ Μιχαὴλ ξίφει ἐτελεύτησεν, καὶ ἄνοιξον τὸν Βασίλειον. ὁ δὲ Ἀρδάβασδος δραμὼν πρὸς τὸν παπίαν, καὶ ἄρας ἀπ' αὐτοῦ τὰς κλεῖς βιαίως, ἤνοιξεν. καὶ γενόμενος ἔνδον Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας. ταῦτα δὲ γέγονε κατὰ τὴν τρίτην ἡμέραν ἐν τῷ τξβʹ ἔτει, καὶ νυκτὸς τρίτης ὥρας, ἐπινεμήσεως αʹ, καθ' ἣν ἐπιφώσκουσαν εἶχεν ἡμέραν Θέκλας τῆς πρωτομάρτυρος. 686 καὶ τῇ ἕωθεν Γρηγόριον τὸν Φιλήμονος ἐποίησε παπίαν· καὶ παρευθὺ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσάγει Εὐδοκίαν τοῦ Ἴγγηρος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέστειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἀπαγάγαι τὴν ∆εκαπολίτισσαν πρὸς τοὺς ἰδίους γονεῖς, καὶ Παῦλον ἐπὶ τοῦ κοιτῶνος τοῦ ἐνταφιάσαι τὸν Μιχαήλ· ὃς ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλισμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ αὐτοῦ ἵππου, οὗ ἤλαυνε, καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν αὐτοῦ θρηνούσας καὶ ἐλεεινολογουμένας αὐτόν. καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασεν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, καὶ ἔθαψεν αὐτόν. Κόσμου ἔτος τξβʹ, τῆς θείας σαρκώσεως ἔτει ωξβʹ, Ῥωμαίων βασιλεὺς Βασίλειος ὀρθόδοξος ἔτη ιθʹ. ἦν δὲ οὗτος τὴν μὲν μορφὴν τοῦ σώματος ἀνθηρότατος, εὐεκτικός, σύνοφρυς, εὐόμματος, σκυθρωπός, μελανόχρους, τὴν ἡλικίαν μέσος τοῦ εὐμήκους, τὰ στέρνα πλατύς,