De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
κατέχων ἐν τῇ χειρὶ αὐτοῦ βεργίον χρυσοῦν διάλιθον, καὶ ἑτοιμάσας βῆλον αʹ· μητροπολίτας, εἰσέρχεται καὶ ἵσταται ἐν τῷ οὐδῷ τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου. Καὶ λαβὼν αὖθις νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστιαρίῳ, κἀκεῖνος νύσσει τὸ βῆλον μετὰ τῆς χειρός, καὶ αἴρουσιν αὐτὸ ὕπερθεν σιλεντιάριοι. Καὶ εἰσέρχεται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ Χρυσοτρικλίνου βῆλον αʹ· μητροπολῖται καὶ ἐπίσκοποι, καὶ στάντος τοῦ ὀστιαρίου ὑπὸ τὸ εἰρημένον βῆλον, πίπτουσιν οἱ αὐτοί, καὶ ἀναστάντες διέρχονται μέχρι τῆς μέσης τοῦ τρικλίνου. Ὁ δὲ ὀστιάριος προπορεύεται αὐτῶν, καὶ ἑστὼς ἀπέναντι τοῦ πολυελαίου τοῦ κρεμαμένου ἐν τῷ μέσῳ τῆς χρυσῆς τραπέζης, πιπτόντων τὸ δεύτερον ἐκεῖσε καὶ ἀναστάντων, ἀπέρχονται καὶ ἵστανται ἐπὶ τῆς χρυσῆς τραπέζης, καὶ στάντος τοῦ πρώτου αὐτῶν ἔμπροσθε τῆς χρυσῆς τραπέζης, πίπτουσι πάντες. Λαβόντες δὲ ὅ τε τῆς 1.86 καταστάσεως καὶ ὁ ῥεφερενδάριος τὸν πρῶτον αὐτῶν, ἀποφέρουσιν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας τὰ γόνατα καὶ τὰς χεῖρας τοῦ βασιλέως, ἀσπάζεται αὐτόν, καὶ διελθὼν διὰ τοῦ δεξιοῦ μέρους ἵσταται ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου. Ἀσπασάμενοι δὲ καὶ οἱ εἰσελθόντες μετὰ ταῦτα ἅπαντες τῇ τάξει ταύτῃ ἀπέρχονται καὶ ἵστανται ἀπ' αὐτοῦ ἐπ' εὐθείας ἅπαντες ἐν τῷ δεξιῷ μέρει, ὡς προείρηται. Καὶ αὖθις ἐξελθὼν ὁ ὀστιάριος ἀπὸ κελεύσεως, εἰσάγει διὰ τοῦ δεξιοῦ μέρους βῆλον βʹ· τὸν κλῆρον τῆς Μεγάλης Ἐκκλησίας· προσκυνήσαντες δὲ καὶ αὐτοὶ ὁμοίως τῇ προειρημένῃ τάξει καὶ ἀσπασάμενοι τὸν βασιλέα, ἀπέρχονται καὶ ἵστανται ἐν τῷ ἀριστερῷ μέρει τοῦ αὐτοῦ τρικλίνου, καὶ αὐτοὶ ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου. Καὶ ἐξελθὼν πάλιν ὁ ὀστιάριος ἀπὸ κελεύσεως διὰ νεύματος τοῦ πραιποσίτου, εἰσάγει διὰ τοῦ ἀριστεροῦ μέρους βῆλον γʹ· ἡγουμένους· εἰσελθόντες δὲ καὶ αὐτοὶ καὶ προσκυνήσαντες ἐκ γʹ, ἀσπάζονται τὸν βασιλέα ὃν τρόπον καὶ οἱ πρὸ αὐτῶν, καὶ διελθόντες διὰ τοῦ δεξιοῦ μέρους, ἵστανται ἀπὸ τῶν μητροπολιτῶν καὶ ἐπισκόπων. Καὶ εἶθ' οὕτως λαβὼν ὁ τῆς καταστάσεως τὸν ῥεφερενδάριον, ῥίπτει αὐτὸν πρὸς τοὺς πόδας τοῦ βασιλέως· ἀσπασάμενος δὲ τούς τε πόδας καὶ τὰ γόνατα αὐτοῦ, ἀναστὰς ἀσπάζεται τὸν βασιλέα, καὶ ἀπελθών, ἐν τῷ ἀριστερῷ μέρει ἵσταται μετὰ τοῦ κλήρου τῆς ἐκκλησίας ἐν τῷ αὐτοῦ βαθμῷ, καὶ εὐθέως ὁ τῆς καταστάσεως ἐξέρχεται· νεύων δὲ ὁ βασιλεὺς τῷ πραιποσίτῳ, λέγει· "Κελεύσατε." Καὶ ἀπελθόντες πάντες οἱ εἰσελθόντες διὰ τῶν τριῶν βήλων, ἵστανται ὁμαδὸν ἐν τῷ κατωτέρῳ μέρει τῆς χρυσῆς τραπέζης. Ὁ δὲ βασιλεὺς καὶ ὁ πατριάρχης ἀναστάντες, ἵστανται ἐν τῷ ἀνωτέρῳ μέρει τῆς αὐτῆς χρυσῆς τραπέζης, βλέποντες πρὸς ἀνατολάς, καὶ ποιεῖ ὁ 1.87 πατριάρχης εὐχὴν συναπτήν, καὶ τελεσθείσης τῆς εὐχῆς, λέγει ὁ πραιπόσιτος· "Κελεύσατε." Καὶ ἐξέρχονται ἅπαντες οἱ ἱερεῖς τε καὶ ἡγούμενοι, καὶ ὑπερεύχονται τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς μετὰ τοῦ πατριάρχου εἰσέρχονται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, κἀκεῖσε τελοῦσι τὴν θείαν λειτουργίαν, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ οἱ μὲν κληθέντες ἱερεῖς τε καὶ ἡγούμενοι μένουσιν ἐν τῷ παλατίῳ, οἱ δὲ λοιποὶ εἰληφότες χρήματα ἀναχωροῦσι καὶ αὐτοὶ ὑπερευχόμενοι τὸν βασιλέα. Τελεσθείσης δὲ τῆς θείας λειτουργίας, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῆς ἐκκλησίας μετὰ τοῦ πατριάρχου καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ· εἰσέρχονται δὲ καὶ οἱ κατὰ συνήθειαν ἱερεῖς ἀπὸ κελεύσεως καὶ ποιοῦσι τὸν στίχον, καὶ εὐλογήσας ὁ πατριάρχης τὴν τράπεζαν, ἀπέρχεται καὶ ἵσταται ἔνδον τοῦ βήλου ἐν τῇ καμάρᾳ τῇ οὔσῃ ἐκ δεξιῶν τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου, καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες οἱ ἱερεῖς, ἤγουν οἱ κουβουκλείσιοι, ἐξέρχονται. Ἐκβαλόντος δὲ καὶ τοῦ βασιλέως τὸ σαγίον, ὅπερ φορεῖ, καθέζονται ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης ἐν τῇ ἀποκοπτῇ τραπέζῃ, εἰσενεγκάντων δὲ τῶν κουβικουλαρίων τὰ κουκουμάρια, πίνουσι πρὸς ἅπαξ. Τῇ γὰρ τάξει ταύτῃ εἰσέρχονται τὰ κουκουμάρια διὰ τῶν κουβικουλαρίων, ἡνίκα ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου ἀριστᾷ. Καὶ εἶθ' οὕτως, ὡς προείρηται, εἰσέρχεται ὁ τῆς τραπέζης καὶ ἵσταται ἐν τῷ οὐδῷ τῶν ἀργυρῶν πυλῶν. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς τραπέζης. Τοῦ δὲ τῆς τραπέζης νύξαντος τὸ βῆλον μετὰ τῆς χειρός, αἴρουσιν αὐτὸ σιλεντιάριοι ὕπερθεν, καὶ εἰσέρχονται οἱ φίλοι· διὰ γὰρ τῆς ἑβδομάδος ἐν ἑκάστῃ εἰσόδῳ καὶ ἐξόδῳ τὸ αὐτὸ βῆλον ὑπὸ δύο σιλεντιαρίων βαστάζεται. Εἰσελθόν 1.88 τες δὲ οἱ φίλοι, καθέζονται ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ τοῦ βασιλέως, ὡσαύτως καὶ ἐν τοῖς παρατραπεζίοις, ὡσαύτως καὶ ἐν ταῖς τῶν κλητωρίων εἰσοδιεξόδοις μίνσων τε καὶ λοιπῶν