παραδόξῳ καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη καὶ τίς ἡ διάνοια τἀνθρώπου, παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδῶν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα ἐκκαλυφθείη. καὶ ὅς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς τοιοῦτο, οὐ δεῖν ᾤετο ἐκ μέσου εἶναι καὶ τρόπον τινὰ καταγινώσκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀσφαλὲς ἐκποδῶν γενόμενος, ἀλλ' ἴσως καὶ διάρας ποι μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. τότε μὲν οὖν ἐν τοιούτοις λόγοις ἦν. τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθίζει, ὥσπερ εἰώθει, μετὰ τῶν ἑαυτοῦ φίλων, ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι καὶ ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, διελέγετό τε πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ καθ' ἡμέραν ἔθους. Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις ὡς ἐπιβουλευόμενος καὶ πρότερον ὑπὸ Καίσαρος οὐκ ἀγνοοίη, ἐπειδὴ δ' ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι, ὥς τ' ἐληλυθὸς τὸ στράτευμα καιρὸν παράσχοι τοῦτον καθ' αὑτοῦ, καί τινα τῶν ἐπὶ τὴν σφαγὴν πεμφθέντων ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλλαβεῖν, ἐκείνους δ' εἰς τὸ παρὸν ἀθροῖσαι συνέδριον, ὡς γνώμας ἀκούσειεν καὶ ὅπως χρηστέον εἴη τοῖς παροῦσι. ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνεδροι ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι ὥς τι γνοῖεν παρ' αὐτῶν. καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρόν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μάλιστα εἴ τις εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ ἡσυχάζειν. σιωπῆς δ' ἐκ πάντων γενομένης καὶ συννοίας διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις, ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιεικῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθεσθαι καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. ὁ μὲν τοιαῦτα εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον· τρίτῃ δ' ἢ τετάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμέ 56 νην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς. Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας οὐδὲν ἧττον ἠγανάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπιβουλῆς εἰς αὑτὸν τοῦτο. ἐποιεῖτο τεκμήριον· εἴ τε παροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τεθεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, καὶ ταῦτα μηδὲν ἀδικούμενον, ἀλλ' ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρήσειν, καὶ ἐθελῆσαι ἂν ἔτι ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς ἐκ τῆς στρατιᾶς ἔχειν. ὀργῆς οὖν δικαίας ἐπίμπλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκείνου γνώμης γενομένης, πάντοσέ τε περισκοπῶν ἑώρα οὐχ ἡσυχαστέον ὃν ἑαυτῷ (οὐ γὰρ εἶναι τοῦτο ἀκίνδυνον), ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον τῇ ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. ταῦτ' οὖν ἐνθυμούμενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους τῶν ἐκείνου εὐεργεσιῶν καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθούς, τοὺς δὲ καὶ χρημάτων δόσει προσαγάγοιτο. τοῦτο γὰρ αὐτῷ μόνον καὶ τἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπολέσθαι ἀνόμως τε καὶ ἀδίκως ὃν τρόπον καὶ ὁ πατήρ. ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων καὶ θεοῖς θύσας τύχῃ ἀγαθῇ συλλήπτορας αὐτῷ γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· ἡ γὰρ ζʹ λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι)* διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· μεῖζόν τε γὰρ ἀξίωμα*· ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολ 57 λῶν συνεληλυθότων*. καὶ ταῦτα αὐτῷ βουλευομένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις,