Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις οἱ τυφλοὶ καὶ χωλοὶ θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦντες καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὴν ἱερωσύνην, ὅτι τοὺς πωλοῦντας τὰς περιστερὰς ἐξέβαλεν ἀπὸ τοῦ ναοῦ μαστίξας ὁ κύριος καὶ παυσά σθωσαν πόρους ἑαυτοῖς ἀπὸ χειροτονιῶν ἀθροίζοντες. 236 Mt 21, 17 ∆ιὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχωρεῖ. 237 Mt 21, 23 Εἰ τὰς "θεοπνεύστους" ᾔδεις "γραφάς", ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνάς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου ∆αβὶδ πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστόν· "ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ". φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ θεῷ "κατὰ τὴν τάξιν Μελχισεδέκ"; ἢ πάντως οὐδείς. ἀλλὰ καὶ ὁ προ πάτωρ Ἀβραάμ, ἡ ῥίζα τῆς γενέσεως τῶν ἐξ Ἰσραήλ, ὑπὸ τῆς Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται· τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ' αὐτὸν ἱερωσύνη τοῦ πάντων σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχ ιερεὺς προσάγων τῷ θεῷ καὶ πατρὶ πάντας τοὺς πεπιστευκότας εἰς αὐτὸν διὰ τῆς ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. τί οὖν ἀσχάλλεις, ὦ Φαρισαῖε; ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; ἀλλὰ νόμου πάντως ἐπέκεινα θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν ὁρισάμενος μεθ ίστησι κατὰ καιρὸν ἐφ' ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα καὶ ἀναφέρει εἰς βελτίονα. ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα· διὸ ἔφη που διὰ φωνῆς Ἠσαίου· "ἀφανισθήσεται νόμιμα λαοῦ"· ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι' ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ υἱός. 238 Mt 21, 25 Ἤρετο ὁ Χριστός, ὁποίαν περὶ τοῦ βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν, ἐπειδὴ ἔθος ἦν τοῖς Ἰουδαίοις ψευδηγόρους ἀποκαλεῖν τοὺς ἁγίους καὶ λέγειν, ὅτι ἀπὸ γνώμης ἰδίας τὴν προφητείαν ὑποπλάττονται οὐκ ἀπε σταλμένοι παρὰ θεοῦ. οἱ δὲ Φαρισαῖοι δεδίασι μὲν εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀκούσωσιν· διὰ τί μὴ ἐπιστεύσατε; 239 Mt 21, 33-41 Καὶ ἔστιν ἀμπελὼν μὲν ὁ Ἰσραήλ, ὥς φησιν ὁ ψαλμῳδός· "ἄμ πελον ἐξ Αἰγύπτου μετῆρας" καὶ ὁ Ἠσαίας· "ἀμπελών", φησίν, "ἐγε νήθη τῷ ἠγαπημένῳ". ἐφύτευσεν δὲ αὐτὸν ὁ θεὸς καὶ ἀπεδήμησε χρόνον μακρὸν ἤγουν ἐμακροθύμησεν. πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χω ρίου καὶ εἰς νοῦν ἔχων αὐτό· οὐδεὶς γὰρ γέγονεν διὰ μέσου καιρός, καθ' ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες. οἱ δὲ γεγόνασιν ἀπειθεῖς καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἀπέστειλαν κενούς, τοῦτ' ἔστιν οὐδὲν ἔχοντας εἰπεῖν περὶ αὐτῶν ἀγαθὸν τῷ πεπομ φότι θεῷ. 241 Mt 21, 37 Ἆρα καὶ ὑμεῖς υἱοὶ τοῦ θεοῦ καὶ πατρός; ἆρα φυσικῶς ὁ κλῆρος εἰς ὑμᾶς καταβαίνει, ἂν ἐκ μέσου ποιήσητε τὸν κληρονόμον; πῶς γε νήσεσθε κύριοι ὧν ἐρᾶτε; κἀκεῖνο πῶς οὐ γέλωτος ἄξιον; ὁ μὲν γὰρ Χριστὸς ὡς υἱὸς καὶ τῶν τοῦ θεοῦ καὶ πατρὸς ἀξιωμάτων οὐσιωδῶς κληρονόμος γενόμενος ἄνθρωπος εἰς κοινωνίαν τῆς ἑαυτοῦ βασιλείας ἐκάλει τοὺς πιστεύοντας εἰς αὐτόν, οἱ δὲ Ἑβραῖοι μόνοι τὴν βασιλείαν ἔχειν ἤθελον, ὅπερ ἦν ἀμήχανόν τε καὶ ἀμαθές. ἐπιτήρησον δὲ ἐν τού τοις, ὅτι μετὰ τοὺς οἰκέτας ὁ υἱὸς πέμπεται ὡς οὐ τελῶν ἐν οἰκέταις, ἀλλ' ὡς υἱὸς ἀληθινὸς καὶ διὰ τοῦτο κύριος· εἰ καὶ ἐφόρεσε γὰρ δούλου μορφὴν οἰκονομικῶς, ἀλλ' ἦν καὶ οὕτω θεὸς καὶ υἱὸς ἀληθινὸς τοῦ θεοῦ καὶ πατρὸς καὶ φυσικὴν ἔχων τὴν κυριότητα. 242 Mt 21, 41 Καὶ τίνες ἂν εἶεν οὗτοι; τῶν ἁγίων ἀποστόλων ὁ χορός, οἱ τῆς καινῆς διαθήκης ἱερουργοὶ καὶ διδάσκαλοι. 243 Mt 21, 42-43 Λίθον ἐνταῦθα τὸν Χριστόν φησιν, γωνία δὲ ἡ συνάφειά τε καὶ συνήθεια τῶν δύο λαῶν τούτων, τοῦ ἐξ Ἰσραὴλ ἀνασεσωσμένου καὶ τοῦ ἐξ ἐθνῶν. διὰ τοῦτο ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρα νῶν, τοῦτ' ἔστιν ἡ τῆς σωτηρίας εἴδησις καὶ ἡ πρὸς πᾶν ὅ τι οὖν τῶν ἐπαινουμένων